Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἀπὸ γὰρ κόρος αἰανής: ὁ γὰρ διηνεκὴς κόρος καὶ ἡ μακρολογία τὰς ταχείας καὶ μικροψύχους διανοίας ἀμβλύνει τῶν ἀνθρώπων.

[*]()b. ἄλλως· ὁ γὰρ κόρος καὶ ἡ μακρολογία ἀμβλύνει τὰς τῶν ἀκουόντων διανοίας.

[*]()a. ἀστῶν δ᾿ ἀκοά: ἡ δὲ τῶν πολιτῶν ἀκοὴ κρυφίως λυπεῖ τὴν ψυχὴν ἐπὶ τοῖς ἀλλοτρίοις τῶν πολιτῶν κατορθώμασιν. ἀλλήλοις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον διαφθονοῦσιν.

[*]()b. ἄλλως· ἀντὶ τοῦ λυποῦνται οἱ πολῖται ἐπὶ τοῖς τῶν ἀλλοτρίων καλοῖς· καὶ ἐπὶ τοῖς σοῖς, Ἱέρων, φθονοῦσι καλοῖς. τί τοῦτο;

[*]()a. ἀλλ᾿ ὅμως κρέσσον: ἀλλ᾿ ὅμως βέλτιον φθονεῖσθαι ἤπερ οἰκτείρεσθαι. μὴ οὖν παρέλκου μηδὲ παρόρα τὰ καλὰ, ὦ Ἱέρων.

[*]()b. ἄλλως· μὴ διὰ τὸν φθόνον, φησὶ, παρόρα τὰ καλὰ, ἀλλὰ τὸν νῦν τεταγμένον σοι δῆμον δικαίῳ καὶ ἀγαθῷ κυβέρνα πηδαλίῳ. νώμα γὰρ ἀντὶ τοῦ κυβέρνα.

[*]()a. ἀψευδεῖ δὲ πρὸς ἄκμονι: σκληρῶς ἄκμονα τὸ στόμα ἀπὸ μεταφορᾶς τῶν χαλκευόντων. πρὸς ἄκμονι δὲ ἀψευδεῖ χάλκευε, ὅ ἐστι, φιλαλήθης ἔσο.

[*]()b. ἄλλως· ἀντὶ τοῦ ἀλήθευε. | ἴσως δέ τι ἐπηγγείλατο τῷ Πινδάρῳ ὁ Ἱέρων.

[*]()εἴ τι καὶ φλαῦρον παραιθύσσει: λείπει ὁ γάρ· ἐὰν γάρ τι καὶ εὐτελὲς παρὰ σοῦ λεχθῇ καὶ ὁρμήσῃ, καὶ τοῦτο μέγα καὶ διὰ πάντων φέρεται. φησὶ δὲ μεγάλα εἶναι τὰ τῶν ἀρχόντων ἁμαρτήματα, κἂν εὐτελῆ τυγχάνῃ. εἰ καί τι οὖν εὐτελὲς ἁμάρτῃς, τοῦτο μέγιστον ἔσται.

[*]()πολλῶν ταμίας: πολλῶν γὰρ δεσπότης καὶ βασιλεὺς τυγχάνεις καὶ διοικητής. βασιλεὺς γὰρ ἦν.

[*]()πολλοὶ μάρτυρες ἀμφοτέροισι: τῷ τε ἀληθεῖ καὶ τῷ ψευδεῖ· ἢ σοὶ καὶ τῷ υἱῷ. ὁ δὲ Σιδώνιος, σοὶ καὶ τοῖς ὑποτεταγμένοις.

[*]()εὐανθεῖ δ᾿ ἐν ὀργᾷ: εὐγενεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν εὐγενῶν φυτῶν. εὐγενεῖ δὲ, φησὶ, τρόπῳ παραμένων, εἰ δή τι φιλεῖς τὴν ἡδεῖαν τῶν ἐγκωμίων ἀκοὴν, μὴ ἀπόκαμνε πρὸς τὰς δαπάνας. ἐκ δὲ τούτου προτρέπεται τὸν Ἱέρωνα μισθὸν αὐτῷ παρασχεῖν τοῦ ἐπινίκου.

[*]()ἐξίει δ᾿ ὥστε κυβερνάτας: ὥσπερ δὲ κυβερνήτης ἄριστος, ἔα πρὸς πνεῦμα τὸ ἱστίον· ἵνα ἱστίον μὲν τὸν μισθὸν, πνεῦμα δὲ τὸ ἐγκώμιον ἀκούσωμεν.