Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()ὃς Πριάμοιο πόλιν: ὅστις Φιλοκτήτης τὴν Ἴλιον ἐπόρθησε καὶ ἐπὶ τέλος ἤγαγε τοῖς Ἕλλησι τοὺς πόνους· ἀνεῖλε γὰρ τὸν Πάριν· ἀσθενεῖ μὲν καὶ ἀδυνάτῳ σώματι βαδίζων, ἀλλὰ μεμοιραμένον ἦν τὸ τὴν Ἴλιον ἁλῶναι τοῖς Ἡρακλείοις τόξοις.
[*]()a. οὕτω δ᾿ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι: οὕτω δὲ, φησὶ, τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ ἰατρὸς γένοιτο ὁ θεός, ὡς καὶ τῷ Φιλοκτήτῃ. |[*]() φησὶ γὰρ Διονύσιος (FHG II p. 10) χρησμοῖς Ἀπόλλωνος ἀπολουσάμενον τὸν Φιλοκτήτην ἀφυπνῶσαι, τὸν δὲ Μαχάονα ἀφελόντα τοῦ ἕλκους τὰς διασαπείσας σάρκας καὶ ἐπικλύσαντα οἴνῳ τὸ τραῦμα ἐπιπάσαι βοτάνην, ἣν Ἀσκληπιὸς εἴληφε παρὰ Χείρωνος, καὶ οὕτως ὑγιασθῆναι τὸν ἥρωα.
b. οὕτως οὖν καὶ τῷ Ἱέρωνι ὡς τῷ Φιλοκτήτῃ ὁ θεὸς ὀρθωτὴρ καὶ ὑγείας αἴτιος γένοιτο εἰς τὸν ἐσόμενον χρόνον, ὧν ἐπιθυμεῖ εὐκαιρίαν παρεχόμενος.
c. ἄλλως. οὕτω δὲ τῷ Ἱέρωνι ὀρθωτὴρ καὶ θεραπευτὴς ὁ θεὸς γένοιτο ὡς καὶ τῷ Φιλοκτήτῃ.
[*]()Μοῖσα, καὶ πὰρ Δεινομένει: ὦ Μοῦσα, πείθου μοι χορεῦσαι καὶ παρὰ τῷ Ἱέρωνος υἱῷ Δεινομένει, ποινὴν καὶ ἀντέκτισιν τῷ νικηφόρῳ ἅρματι τὸ ἐγκώμιον παρεχομένη. οὐ γὰρ ἀλλοτρία ἡδονὴ τῷ παιδὶ ἡ τοῦ πατρὸς νίκη. Δεινομένης δὲ υἱὸς Ἱέρωνος ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς κατὰ Φίλιστον (FHG I p. 189) καὶ Τίμαιον· |[*]() ἐκ γὰρ τῆς Ἀναξιλάου θυγατρὸς καὶ τῆς Θήρωνος ἀνεψιᾶς οὐκ ἐπαιδοποίησεν ὁ Ἱέρων προγαμήσας ταύτην· ὅθεν ἐστὶ καὶ ὁ παῖς ὁμώνυμος τῷ πάππῳ· Δεινομένης γὰρ ὁ πατὴρ Ἱέρωνος.
[*]()ἄγ᾿ ἔπειτα: ἄγε τοίνυν, ὦ Μοῦσα, ἐπὶ τῷ τῆς Αἴτνης βασιλεῖ Δεινομένει προσφιλέστατον ἀνεύρωμεν ὕμνον.
[*]()a. τῷ πόλιν κείναν: ὁ νοῦς· ᾧ, τῷ Δεινομένει δηλονότι, ὁ Ἱέρων τὴν Αἴτνην ἀνέκτισε καὶ διοικεῖν ἔδωκε σὺν θείᾳ ἐλευθερίᾳ, καὶ τοῖς νόμοις τῆς Δωρίου δικαιοσύνης, ἀπὸ κοινοῦ τὸ διοικεῖν ἔδωκεν.
[*]()b. ἄλλως· ἀνακτίσας τὴν Κατάνην ὁ Ἱέρων καὶ Αἴτνην μετονομάσας διοικεῖν Δεινομένει τῷ υἱῷ ταύτην δέδωκεν.
c. ἄλλως· τῷ Δεινομένει ὁ Ἱέρων Αἴτναν παραδέδωκεν ἐν νόμοις τῆς Δωρίδος στάθμης. τοῦτο δὲ λέγει, ἐπεὶ στρατηγὸν αὐτῆς κατέστησεν αὐτόν, ἐλευθέρους ἀφεὶς τοὺς Αἰτναίους καὶ τοῖς Λακωνικοῖς τρόποις ἢ νόμοις χρωμένους.
[*]()a. Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισε: νόμοις τῆς Δωρίδος δικαιοσύνης· ἀπὸ Ὕλλου τοῦ ἐπιφανεστάτου τῶν Δωριέων, ὃς ἐβασίλευσε τῶν περὶ Ἰταλίαν οἰκησάντων.
b. ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου νομοθεσίας. |[*]() οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακλέους, ὡς Ἔφορος (FHG I 253) ἱστορεῖ. ὁ οὖν Ἱέρων Γελῴους καὶ Μεγαρεῖς καὶ Συρακουσίους ὄντας τῶν Δωριέων ἀποίκους ἐνῴκισε τῇ Αἴτνῃ. καὶ οὕτως ἂν ὁ λόγος ἀκολούθως ἔχοι, ὡς Δωριεῦσιν οὖσιν Αἰτναίοις καὶ Λακωνικοὺς νόμους θέσθαι τὸν Ἱέρωνα.
[*]()a. ἐθέλοντι δὲ Παμφύλου: Πάμφυλος, ἄλλος τῶν Ἡρακλειδῶν, καὶ Δύμας καὶ Δῶρος υἱοὶ Αἰγιμιοῦ, ἀφ᾿ ὧν Παμφυλὶς καὶ Δυμανὶς φυλαὶ ἐν Λακεδαίμονι.
b. ὁ δὲ νοῦς· θέλουσι δὲ οἱ Ὑλλίδαι, τουτέστιν οἱ Λακεδαιμόνιοι, ἀπὸ Ἡρακλέους καὶ Παμφύλου κατάγεσθαι.[*]()
[*]()c. ἄλλως· θέλοντι δὲ Παμφύλου: οἱ Δωριεῖς οἰκοῦντες πρότερον τὴν Πίνδον οὖσαν μίαν τῆς τετραπόλεως τῆς ἐν Περραιβίᾳ ἀφικνοῦνται εἰς τὴν μεταξὺ Οἴτης καὶ Παρνασοῦ Δωρίδα ἑξάπολιν οὖσαν· ἐστὶ δὲ Ἐρινεὸν, Κύτινον, Βοιὸν, Λίλαιον, Κάρφαια, Δρυόπη· ἐκ δὲ τούτων σὺν τοῖς Ἡρακλείδαις εἰς Λακεδαίμονα κατέρχονται. ὁ δὲ νοῦς ἐπαμφοτερίζει. θέλουσι δὲ οἱ ἀπὸ Παμφύλου Ἡρακλέους ἀπόγονοι Δωριεῖς οἱ παρὰ ταῖς ὄχθαις τοῦ Τηϋγέτου ὄρους μένοντες ἐμμένειν τοῖς Αἰγιμιοῦ νόμοις.[*]()
[*]()Τηΰγετον ὄρος Λακωνικόν, οὗ καὶ Ὅμηρος (ζ 103) μέμνηται· ἢ κατὰ Τηΰγετον περιμήκετον.