Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()ἔσχον δ᾿ Ἀμύκλας: κατέσχον τὴν Σπάρτην· ἀπὸ γὰρ μιᾶς πόλεως τὴν πᾶσαν ἐμφαίνει Λακωνικήν.
[*]()Πινδόθεν ὀρνύμενοι: διὰ Πίνδου τὴν κάθοδον ποιησάμενοι εὐχερῶς τῆς Πελοποννήσου ἐκράτησαν. Πίνδος δὲ Περραιβίας ὄρος.
[*]()a. Τυνδαριδᾶν: ὅτι θέλει λέγειν τοὺς Ἡρακλείδας, καθ᾿ ὃν χρόνον ἀνεκτήσαντο τὴν Λακωνικὴν καὶ τὴν Πελοπόννησον.[*]()
[*]()b. βαθύδοξοι γείτονες: ἔδει σύνοικοι εἰπεῖν. ἀλλὰ ῥητέον, ὅτι ἱστοροῦσί τινες τοὺς Διοσκούρους μετῳκηκέναι εἰς Ἄργος· γειτνιᾷ δὲ τὸ Ἄργος τῇ Λακεδαίμονι. καὶ οὕτως ὁ Πίνδαρος κατὰ λόγον γείτονάς φησι τοὺς Λακεδαιμονίους τῶν Διοσκούρων.
[*]()a. Ζεῦ τέλειε: ὁ νοῦς· ὦ Ζεῦ τέλειε, διαπαντὸς τοῖς Αἰτναίοις τοῖς περιοικοῦσι τὸν Ἀμένη ποταμὸν τοιαύτην μερίδα βασιλεῦσί τε καὶ δημόταις παράσχου, ὥστε τὸν τῶν ἀνθρώπων λόγον διακρίνειν τοῦτο καὶ ἀληθὲς ἀποφαίνειν, ὅτι ἐν ἐλευθερίᾳ εἰσίν.
[*]() b. οἱ δὲ τὸ τοιαύτην μοῖραν τοῖς Αἰτναίοις ἀνδρείας, οἵαν καὶ Λακεδαιμόνιοι κατὰ πόλεμον ἔχουσιν.
[*]()ἀστοῖς: τουτέστι δίδου τοῖς βασιλεῦσι καὶ τοῖς ἀστοῖς τοῖς περὶ τὸν Ἱέρωνα μερίδα εὐτυχίας.
[*]()σύν τοι: σὺν σοὶ, ὦ Ζεῦ, ὁ βασιλεὺς Σικελίας Ἱέρων τῷ ἑαυτοῦ υἱῷ Δεινομένει ἐντελλόμενος τὸν τῶν Αἰτναίων δῆμον ἐπιτρέποι διαπαντὸς εἰς σύμφωνον καὶ εἰρηναίαν ἡσυχίαν.
[*]()a. λίσσομαι, νεῦσον, Κρονίων: ὁ νοῦς· καθικετεύω σε, ὦ Κρόνου παῖ Ζεῦ, ἐπίνευσον, ὅπως ὅ τε τῶν Φοινίκων καὶ ὁ τῶν Καρχηδονίων καὶ Τυρσηνῶν θόρυβος ἥσυχον καὶ εἰρηναῖον ἔχοι τὸν οἶκον· ἐπίνευσον δὲ θεασάμενος τὴν πρὸ τῆς Κύμης ναυμαχίαν.
[*]()b. ἄλλως· χαριέστατα ἐκ τοῦ θορύβου τὴν τῶν βαρβάρων ἀκοσμίαν ὑπεστήσατο, ὡς καὶ Ὅμηρος (Δ 436)· ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει.
[*]()c. ἄλλως· Τυρσηνοὶ καὶ Καρχηδόνιοι, οἵ εἰσι Φοινίκων ἄποικοι, διεμάχοντο πρὸς Κυμαίους· μελλόντων οὖν ἄρδην ἀπόλλυσθαι τῶν Κυμαίων, Ἱέρων συμμαχήσας τοὺς μὲν Κυμαίους διέσωσε, τῶν δὲ Τυρσηνῶν τοὺς πλείστους ἀπώλεσε. κατεύχεται οὖν ὁ Πίνδαρος εἰρηνικὰ καὶ ἀστασίαστα μένειν λοιπὸν τὰ πράγματα Καρχηδονίοις καὶ Σικελιώταις.
[*]()οἷα Συρακοσίων: ὁποῖα γὰρ ὑπὸ τῷ ἄρχοντι καὶ βασιλεῖ τῶν Συρακουσίων Ἱέρωνι ἀναιρεθέντες πεπόνθασιν οἱ Καρχηδόνιοι καὶ Τυρσηνοί· ὅστις ὁ Ἱέρων ἀπὸ τῶν ταχειῶν νεῶν ἐνέβαλε τῇ θαλάσσῃ πᾶσαν τὴν ἡλικίαν.