Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. καμάτων ἐπίλασιν: καμάτων φησὶ τῶν συνεχόντων τὸν Ἱέρωνα ἐκ τοῦ νοσήματος τῆς λιθουρίας. φησὶ γάρ που καὶ ὁ Ἀριστοτέλης ἐν τῇ τῶν Γελῴων πολιτείᾳ (fr. 486) [τὸν Γέλωνα] ὑδέρῳ νοσήματι τὸν βίον τελευτῆσαι τὸν τοῦ Ἱέρωνος ἀδελφόν, αὐτὸν δὲ τὸν Ἱέρωνα, ἐν τῇ τῶν Συρακουσίων πολιτείᾳ (fr. 587), δυσουρίαν δυστυχῆσαι.
[*]()b. τῆς νόσου. τοῦ Ἱέρωνος νοσήσαντος. ὅτι διὰ λιθουρίαν φορείῳ φερόμενος ἐνίκα τὰς μάχας ὁ Ἱέρων. παραβάλλων δὲ αὐτὸν τῷ Ποίαντος Φιλοκτήτῃ παρείκασεν.
[*]()ἦ κεν ἂν μνάσειεν: ἀναμνήσειεν ἂν ὁ χρόνος, εἰ ἐπίλησις γένοιτο τῶν καμάτων, ὥστε φανερὰν αὐτοῦ γενέσθαι τὴν ἀρετήν, ἣν εἶχεν ἐν πολέμοις.
[*]()ἁνίχ᾿ εὑρίσκοντο: ὁ μὲν λόγος ἐστὶ περὶ Ἱέρωνος καὶ Γέλωνος, τῶν τυραννευσάντων ἐν Συρακούσαις. τὸ δὲ σημαινόμενον· ὅτε σὺν τῇ τῶν θεῶν μηχανῇ ἀνεκτῶντο τὴν βασιλείαν. τιμὴν γὰρ εἴωθε τὴν βασιλείαν ὀνομάζειν.
[*]()τὰν Φιλοκτήταο δίκαν: ἐπὶ δὲ τοῦ παρόντος τὸν Φιλοκτήτου τρόπον μετερχόμενος ἐστρατεύθη καὶ τὴν μάχην ἐνίκησε. φορείῳ δὲ φερόμενος ὁ Ἱέρων κατηγωνίζετο τοὺς ἐναντίους.
[*]()σὺν δ᾿ ἀνάγκᾳ μιν: σὺν δὲ τῇ ἀνάγκῃ τῆς νόσου καί τις ὑπερήφανος ἔσανε καὶ ἐκολάκευσε τὸν Ἱέρωνα. ὃ δὲ βούλεται λέγειν, ὅτι καὶ νοσοῦντα αὐτὸν πολλοὶ τῶν ὑπερηφάνων ἐκολάκευσαν.
[*]()a. μεγαλάνωρ: αἰνίττεται τοῦτο εἰς Ἀναξίλαον τὸν τῶν Ῥηγίνων βασιλέα βουληθέντα Λοκροὺς καταπολεμῆσαι τοὺς ἐν Ἰταλίᾳ καὶ ἐμποδισθέντα τῇ τοῦ Ἱέρωνος ἀπειλῇ. ὅτι δὲ Ἀναξίλαος Λοκροὺς ἠθέλησεν ἄρδην ἀπολέσαι καὶ ἐκωλύθη πρὸς Ἱέρωνος, ἱστορεῖ καὶ Ἐπίχαρμος ἐν Νάσοις (fr. 98). b. ἢ οὕτως· ὡς τοῦ Θήρωνος μεγάλα μὲν δυναμένου, κολακεύσαντος δὲ Ἱέρωνα.
[*]()φαντὶ Λαμνόθεν: τῇ ἱστορίᾳ καὶ Βακχυλίδης συμφωνεῖ ἐν τοῖς διθυράμβοις (fr. 7 B1.), ὅτι δὴ οἱ Ἕλληνες ἐκ Λήμνου μετεστείλαντο τὸν Φιλοκτήτην Ἑλένου μαντευσαμένου. εἵμαρτο γὰρ ἄνευ τῶν Ἡρακλείων τόξων μὴ πορθηθῆναι τὴν Ἴλιον.
[*]()a. μεταλλάσοντας ἐλθεῖν: ἐπιζητήσοντας· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰ μέταλλα ἐπιζητούντων. ἐπειδὴ δὲ διὰ τὸ πάθος τῷ Φιλοκτήτῃ τὸν Ἱέρωνα εἴκασε, τῇ ἐπεξεργασίᾳ χρώμενος ἐπιπλέον συνείρει τὰ ἐγκώμια.
b. ὁ δὲ νοῦς· φασὶ δὲ ἐκ Λήμνου τῷ ἕλκει καταπονούμενον τὸν τοῦ Ποίαντος υἱὸν ἐπιζητήσοντας ἐλθεῖν τοὺς ἰσοθέους ἥρωας.