Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. φέρει τῶν τε καὶ τῶν: τῶν αὐτοῦ καλῶν καὶ τῆς ἀρετῆς.

b. ἢ τῶν ἐπὶ τῇ ἀθλήσει καμάτων.

c. ἐκείνων, φησὶ, καὶ τούτων τῶν καλῶν.[*]()

[*]()βαθεῖαν: τὴν συνετὴν, ἀπὸ τῶν ἐν βάθει ὑδάτων.

[*]()a. τὴν ἅπαντα ἀγρεύουσαν.

b. ἀγροτέραν: ἀντὶ τοῦ εὐαγροτέραν, καὶ θηρευτικὴν εἰς τὸ πορίζειν.

[*]()c. (ἀγροτέραν:) φροντιστικήν.

[*]()a. ἀστὴρ ἀρίζηλος: ὁ τοιοῦτος πλοῦτος ὁ μετὰ ἀρετῆς ἀστὴρ ἀρίζηλός ἐστι καὶ ἐτυμώτατον ἀνδρὶ φέγγος.

[*]()b. ἀστὴρ ἀρίζηλος: ὁ μετὰ ἀρετῆς πλοῦτος ὡς ἀστήρ ἐστιν ἔκδηλος, ἀληθινὸν φῶς τοῖς ἀνθρώποις.[*]()

[*]()a. εἰ δέ νιν ἔχων: ἤτοι καθόλου [καὶ] ἐξαιρετέον τὸν δέ σύνδεσμον ἢ μεταληπτέον εἰς τὸν δή· ὁ γὰρ λόγος τοιοῦτος· ὁ μετὰ τῆς ἀρετῆς πλοῦτος ἀστήρ ἐστιν ἀρίζηλος

1.87
καὶ ἀληθινώτατον ἀνδρὶ φέγγος, εἰ δή τις αὐτῷ χρήσεται εἰς δέον καὶ οὐκ εἰς ἀδικίαν κατατιθέμενος τὴν δύναμιν αὐτοῦ, ἀλλὰ τοὐναντίον εἰς δικαιοσύνην.

b. Ἀρίσταρχος ἐξηγεῖται οὕτως· εἴ τις οἶδε τὸ μέλλον, ὅτι ποινὴν τίνουσιν οἱ ἐν Ἅιδου παρανομήσαντες· ὁ γὰρ λόγος ὡς τῶν αὐτῶν πλεονάκις ἀναβιούντων καὶ ἢ ἐνθάδε ἢ καὶ ἐκεῖ δίκας διδόντων τῶν ἁμαρτημάτων.

c. ἔνιοι δὲ ἁπλούστερον ἀκούουσι τοῦ λόγου οὕτως· εἰ ἔχων τις τὸν πλοῦτον οἶδεν ὅτι ἐν τῷ ὑστέρῳ χρόνῳ οἱ ἀποθανόντες καθ᾿ Ἅιδου δίκας διδόασιν.

d. εἰ δέ νιν ἔχων: εἰ δέ τις τοῦτον ἔχων τὸν [*]() πλοῦτον ὁρᾷ καὶ πρὸς τὸ μέλλον, ὅτι τῶν ἀδίκων τελευτησάντων τὸν βίον τιμωρία καὶ κρίσις παρὰ τοῖς ἀποιχομένοις πᾶσίν ἐστιν, οὐκ ἂν αὐτῷ εἰς ἀδικίαν ἐχρήσατο.[*]()

a. ὅτι θανόντων μὲν ἕως ἐχθρᾷ λόγον φράσαις [*]() ἀνάγκᾳ: ἐγκρίνει τὴν παλιγγενεσίαν. λέγει οὖν· εἴ τις οἶδε τὸ μέλλον, ὅτι οἱ μὲν ἐν τῷ ζῆν ἁμαρτάνοντες, ἐν Ἅιδου κολάζονται, οἱ δὲ ἐν Ἅιδου, ἐν τῷ ἡμετέρῳ βίῳ ἐν τῇ τοῦ Διὸς ἀρχῇ· ταύτην γὰρ εἶπε τὸν ὑποκείμενον τῷ οὐρανῷ τόπον· καὶ ἐάν τις ἐν ταῖς τρισὶν ἀναβιώσεσιν αἷς ὑφίσταται ἀναμάρτητος εἰς τρὶς ἑκατέρωθεν μένῃ, τοῦτόν φησιν εἰς τὰς τῶν μακάρων νήσους προπέμπεσθαι. τὸ δὲ περὶ τῆς παλιγγενεσίας ἀρχαιότερόν ἐστι· παραδέδοται γὰρ ἔτι ἀνέκαθεν, ὡς Ὅμηρός φησιν (σ 79)·

νῦν μὲν μήτ᾿ εἴης, βουγάιε, μήτε γένοιο.
1.88
πρῶτος δὲ δοκεῖ τούτῳ τῷ δόγματι χρῆσθαι Πυθαγόρας.[*]()

[*]()b. ἄλλως· ὅτι θανόντων μὲν ἐνθάδε: Χρύσιππος οὕτως ἀκούει· ἐνθάδε μὲν ὑπὸ τῶν θανόντων ἐτιμωρήθησαν, κάτω δὲ ὑπὸ τῶν κάτω δικαζόντων, εἴτε Ἅιδης [*]() ἐστὶν εἴτε ἕτερός τις. οὐκ ἀπίθανον δέ, φησιν, | ὑπὸ τῶν τελευτησάντων τιμωρεῖσθαι τοὺς ζῶντας· μεστὴ γὰρ τούτων ἐστὶν ἡ τραγῳδία, ὅτι οἱ ἀδικούμενοι εὐχὰς τοῖς καταχθονίοις ἥρωσι ποιοῦνται, ἵνα ἐπικουρήσωσιν αὐτοῖς, οἷον [*]() Ἠλέκτρα τῷ Ἀγαμέμνονι.

c. ἔνιοι δέ φασι | τῆς κατὰ Πυθαγόραν παλιγγενεσίας μνημονεύειν· τὰς γὰρ ψυχὰς εἰς ἕτερα σώματα εἰσδυνούσας ἀνανεοῦσθαι, ὥστε ὅσοι μὲν ὑπὲρ γῆς ὄντες ἐπλημμέλουν, τούτους ἐν Ἅιδου δίκην ὑπέχειν· ὅσοι δὲ ἀνάπαλιν ἐν Ἅιδου ἐνεωτέρισαν, ὑπὲρ γῆς γενόμενοι δίκας τίνουσιν, ὥστε μηδαμόθεν αὐτοὺς ἀποφυγεῖν τὴν προσήκουσαν τοῖς ἡμαρτημένοις δοῦναι δίκην.[*]()

[*]()a. τῷ ἀπάλαμνοι φρένες συναπτέον τὸ ἐνθάδε· ὅτι τῶνἐνταῦθα ἀδίκων ἀπάλαμνοι φρένες αὐτίκα καὶ εὐθέως τελευτησάντων ποινὰςκαὶ τιμωρίας ἐκεῖ δεδώκασιν.[*]()

b. ἔξωθεν οὖν· χρῆσθαι αὐτῷ πρὸς εὐσέβειαν δεῖ.[*]()

[*]()a. Διὸς ἀρχᾷ: Ἀρίσταρχος τὸν δέ, φησι, σύνδεσμονἀντὶ τοῦ γάρ δεῖ ἀκούειν καὶ οὕτω καθιστάναι τὸν λόγον· τὰ γὰρ ἐν τῇ τοῦ Διὸς ἀρχῇ ἀλιτρά. λέγει γὰρ τοῦτο ὁ Πίνδαρος· ἐπεὶ οἱ ἐν τῷ ζῆν ἁμαρτάνοντες

1.89
μετὰ τὸν θάνατον δίκας ὑπέχουσιν· οἱ δὲ καθ᾿ Ἅιδου ἄδικοι τῶν κατὰ τὸν τοῦ ζῆν χωρισμὸν, ὅταν ἀναβιώσωσιν, ἐν μέρει πάλιν δίκας ὑπέχουσιν ἐν τῷ ζῆν τοῖς Ὀλυμπίοις θεοῖς. οἴεται γὰρ ἀναβιοῦν τὰς ψυχὰς Πυθαγορικῇ δόξῃ χρώμενος.

b. Διὸς ἀρχὴν τοὺς ἐπιγείους βούλεται εἶναι· λέγει δὲ τοὺς ζῶντας.

c. Διὸς ἀρχᾷ: Διὸς ἀρχὴν τὴν ζωὴν καὶ τὴν ἄνω [*]()διαγωγήν. φησὶν οὖν ὅτι τὰ ἐν τοῖς ζῶσιν ἁμαρτήματα κατὰ γῆς δικάζει τις. λέγει δὲ τὸν Πλούτωνα τιμωρεῖσθαι αὐτούς.[*]()

κατὰ γᾶς: ὑπὸ γῆς, τουτέστι καθ᾿ Ἅιδου. ὑφίσταται [*]() δὲ ἐν Ἅιδου δαίμονά τινα Ἀνάγκην ὀνόματι, καὶ ταύτῃ παραδίδοσθαι τοὺς ἀσεβεῖς.[*]()

a. λείπει τὸ διδοὺς, τῇ ἐχθρᾷ ἀνάγκῃ.

b. εἰπὼν [*]() τὸν λόγον τῆς τιμωρίας.

c. ἐχθρᾷ δὲ τοῖς πονηροῖς. (113) ταῦτα δὲ τῶν ἀσεβῶν, σκάπτειν ἐν λίμναις τε πελαγίζεσθαι. [*]()[*]()

d. φράσας ἀνάγκᾳ: τὸν τῆς τιμωρίας λόγον. [*]()

e. σωματοποιεῖ ἐνταῦθα δαίμονά τινα Ἀνάγκην, ᾗ τὰς ἁμαρτίας λέγουσιν οἱ ἀκούοντες.

ἴσαις δὲ νύκτεσσιν: ἴσον ἡμῖν τοῖς ζῶσι χρόνον [*]() ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς καθ᾿ Ἅιδου δικαίοις.

a. ἴσαις δ᾿ ἐν ἁμέραις: οὐκέτι περὶ τῶν ἀδίκων [*]() ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῶν δικαίων· φησὶ δὲ ὅτι τοῖς ζῶσιν ἡμῖν τὸν ἴσον χρόνον ἐπιβάλλει καὶ τοῖς ἐν Ἅιδου ἀγαθοῖς ὁ ἥλιος, καὶ τόπον ἔχουσι τοιοῦτον καθ᾿ ὃν ἐπιλάμπει

1.90
αὐτοῖς ὁ ἥλιος· ἀπονέστερον δὲ ἡμῶν διάγουσι τὸν χρόνον.

[*]()b. ἴσαις δ᾿ ἐν ἁμέραις: ἴσον ἡμῖν αὐτοῖς χρόνον ἐπιβάλλει ὁ ἥλιος καὶ τοῖς ἐν Ἅιδου δικαίοις. οὐκ ἐπὶ τῶν ἀδίκων δὲ ὁ λόγος, ἀλλ᾿ ἐπὶ τῶν δικαίων. φησὶν οὖν ὅτι τὸν ἥλιον ἔχουσι τοῦτον καθ᾿ ὃν ἐπιβάλλει αὐτοῖς χρόνον [*]() ἀπονέστερον διάγοντες.

c. ἄλλως· τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατ᾿ ἴσον ἡμῖν ἀπολαύειν ἐν Ἅιδου φησὶ τοῦ ἡλίου μηδὲν κακοπαθοῦντας.[*]()

[*]()a. οὐ χθόνα ταράσσοντες: τουτέστιν οὐκ ἐργαζόμενοι τὴν γῆν.

b. χερὸς δὲ ἀκμῇ ἀντὶ τοῦ τῷ καρπῷ νῦν, καθὸ καὶ Ἀρίσταρχος.

c. ἔνιοι δὲ χερὸς ἀκμῇ ἀντὶ τοῦ τῇ αἰχμῇ [οἳ] ἀλληγορικῶς ἀκούουσιν· οὐ χθόνα ταράσσοντες, οἷον οὐ πολεμοῦντες κατὰ τὴν γῆν· οὐδὲ πόντιον ὕδωρ, οὐδὲ στόλους κατ᾿ ἀλλήλων ἐπάγοντες. κενεὰν δὲ παρὰ δίαιταν, παρὰ τὰ κενὰ ἑαυτῶν κρίματα.

d. ἄμεινον δὲ Ἀρίσταρχος, παρὰ τὰ μὴ πλήρη τὰ τῆς διαγωγῆς ἐκεῖ, οἷον εἴ τις λέγοι· μὴ ἐργαζόμενοι οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν δι᾿ ἔνδειαν.

[*]()e. οὐ χθόνα ταράσσοντες: οὔτε γεωργοῦντες οὔτε πλέοντες διὰ τὸ κενὰ αὐτοῖς εἶναι τὰ τῆς διαίτης.

f. ἐν [*]() χερὸς δὲ ἀκμᾷ, τῷ καρπῷ τῷ ἀπὸ τῆς χειρός.

g. ἢ οὕτως· οὐκ ἀροῦντες οὐδὲ σκάπτοντες τῇ ἀκμαζούσῃ χειρὶ [*]() τῶν νέων καὶ δυναμένων ἐργάζεσθαι.

h. τινὲς δὲ ἀλληγορικῶς ἀκούουσιν· οὔτε πολεμοῦντες κατὰ γῆν οὔτε ἀλλήλοις

1.91
στόλους ἐπάγοντες κατὰ θάλασσαν. [οὔτε ναυμαχοῦσιν.]

i. ἄλλως· οὐ χθόνα ταράσσοντες: οὐ διὰ μόχθου [*]() καὶ καμάτου τὴν ἐπιθυμίαν καρπούμενοι. οὐδὲ γὰρ γεωργίᾳ προσέχουσιν ἀναταράσσοντες τὴν γῆν (τινὲς δὲ χερὸς ἀκμᾷ τὸ ἄροτρον ἢ τὸ δόρυ)· | οὐδὲ πόντιον ὕδωρ· ἀπὸ [*]() κοινοῦ τὸ ταράσσοντες· ἀντὶ τοῦ, οὐδὲ κατὰ θάλασσαν κινδυνεύοντες ἔχουσι τὴν ζωήν.[*]()