Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

κενεὰν παρὰ δίαιταν: διὰ τὴν κενὴν καὶ ἄπορον [*]() δίαιταν· λέγει δὲ τὴν πενίαν· οὐδὲ γὰρ παρὰ τὴν αἰτίαν τῆς πενίας.

a. τιμίοις: τοῖς τιμωμένοις θεοῖς. [*]()

b. τιμίοις θεῶν: τῷ Πλούτωνι καὶ τῇ Περσεφόνῃ. [*]()

c. οἵτινες οὖν, φησιν, ἔχαιρον τοῖς δικαίοις, ἀπόνως [*]() καὶ ἀβασανίστως καὶ ἀδακρυτὶ διάγουσι | τὸν ὅλον αἰῶνα [*]() πρὸς τῷ μήτε ἀροτριᾶν μήτε ἐνθαλαττεύειν, ἀλλ᾿ ἐν ταῖς μακάρων νήσοις διάγειν. παρὰ τούτοις γὰρ διατρίβουσι τοῖς τιμωμένοις ὑπὸ θεῶν, οἵτινες δίκαιοι ἦσαν ζῶντες.

a. τοὶ δ᾿ ἀπροσόρατον: οἱ ἀσεβεῖς. ἀπροσόρατον [*]() δὲ, ἤτοι ὃν οὐκ ἄν τις ὑπομείνειε, δεινόν· ἢ ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, οὐδὲ ὑπὸ θεῶν δυνάμενον προσοραθῆναι.

1.92

[*]()b. τοὶ δ᾿ ὀκχέοντι πόνον: οἱ ἄδικοι πόνον ὑφίστανται καὶ βαστάζουσιν ἀπροόρατον καὶ ἀπροσδόκητον, ὃν [*]() οὐδὲ προϊδεῖν οἷόν τέ ἐστιν.

c. ἢ ὃν οὐδεὶς ἰδεῖν ἐθελήσει.

d. λέγει δὲ ὅτι οἱ δυσσεβεῖς ἀνεπίδεικτον καὶ θεοῖς πόνον ἔχουσιν, ὅ ἐστιν οὐδὲ ὑπὸ θεῶν προσοραθῆναι δυνάμενον.d[*]()

e. ἄλλως· τοὶ δ᾿ ἀπροσόρατον: φοβερὸν, ὃν οὐ τολμᾷ τις προσβλέψαι.

[*]()f. (ἀπροόρατον:) ἀπροσδόκητον.

[*]()(ὀκχέοντι:) ὑφίστανται.

[*]()a. ὅσοι δ᾿ ἐτόλμασαν: τοῦτο Πυθαγόρου φήσαντος ἐπῄνεσε Πλάτων τὸ ῥῆμα, ὅτι τρίτον ἡ ψυχὴ δικαζομένη ἐν Ἅιδῃ, τρίτον εἰς σῶμα μετεμψυχοῦται, καὶ τοὺς τοσαυτάκις δικαιοπραγήσαντας ἐν βίῳ ἄγειν εἰς τὰς μακάρων νήσους καὶ παρὰ τὴν τύρσιν τοῦ Κρόνου, τουτέστι τὰ τείχη καὶ τὴν τοῦ Κρόνου βασιλείαν. λέγει δὲ τὰς μακάρων νήσους περιφραστικῶς.

b. εἰς τρίς: ἤτοι ἀριθμῷ, ἢ ἀντὶ τοῦ πολλάκις.

c. ὅσοι ἐδυνήθησαν ἐν γῇ καὶ ἐν Ἅιδῃ . . . ὡς παρὰ Πλάτωνι (Phaedr. 249 a?)· ἡ ἐς τρὶς ἀδόλως φιλοσοφήσασα ψυχή.

[*]()d. ὅσοι δ᾿ ἐτόλμασαν ἐς τρίς: ὅσοι δὲ τρίτον ὑπέμειναν ἐν ἑκατέρῳ τόπῳ μείναντες, ἔν τε τῷ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν, ἀπέχεσθαι τῶν ἀδίκων ἔργων καὶ δίκαια πράττειν, ἐστάλησαν ἣν ὁδὸν ἔταξεν ὁ Ζεὺς, ἣν μακάρων νῆσον ὀνομάζουσιν· ἣν δὴ Κρόνου τύρσιν προσηγόρευσεν.

e. ἄλλως· ὅσοι δὲ ἐκαρτέρησαν μέχρι τριῶν μετεμψυχώσεων εἰς ἑκάτερα τὰ μέρη, εἴς τε τὸν ἐν Ἅιδου μετὰ θάνατον εἴς τε τὸν τῆς ζωῆς χρόνον, δίκαιοι γενέσθαι δικαίως καὶ τὴν

1.93
ψυχὴν ὁσίαν φυλάξαι, οὗτοι ἐστάλησαν εἰς ἣν ἔταξεν ὁ Ζεὺς, ὅ ἐστιν εἰς τὰς μακάρων νήσους, ἔνθα Κρόνος ἔχει τὴν ἐκεῖ κατοίκησιν· ἐν αἷς νήσοις πλησίον οὔσαις τοῦ ὠκεανοῦ αἱ πλεῖσται καὶ ἡδεῖαι αὖραι τέρπουσαι πνέουσι, καὶ τὰ ἐν αὐταῖς ἄνθη ὡς χρυσὸς στίλβει, τὰ μὲν ὄντα ἐκ τῆς γῆς, τὰ [δὲ] ἐκ τῶν δένδρων τῶν ἐν τῇ χέρσῳ, τὰ δὲ ἐκ τῆς τῶν ὑδάτων ἀπορροίας τρεφόμενα, οἰονεὶ ῥόδα, ὑάκινθος, ἴα· ταῦτα γὰρ ὕδατι τρέφεται· ἐξ ὧν ἀνθέων οἱ δίκαιοι ταῖς ἑαυτῶν χερσὶν ὅρμους πλέκουσι καὶ στεφάνους. ἐνδείκνυται δὲ τὸ ὑπερβάλλον τῆς τέρψεως. τὴν δὲ τῆς μετεμψυχώσεως γνώμην Πυθαγόρας πρῶτος εἰσηγήσατο, ᾧ νῦν ὁ Πίνδαρος ἀκολουθεῖ.

(ἑκατέρωθι:) ἔνθεν κἀκεῖθεν. ἄνωθεν . . . . [*]()

a. ψυχὰν, ἔστειλαν: ἐτελείωσαν.

b. παρὰ τὴν [*]() Κρόνου βασιλείαν ἐτελείωσαν, ἤνυσαν, ἐπορεύθησαν.

c. Διὸς δὲ ὁδὸν, ἣν ἔταξε τοῖς δικαίοις.

d. τὴν ὑπὸ Διὸς δεδειγμένην αὐτοῖς.

e. ἢ τὴν ὑπὸ τοῦ Διὸς νομοθετηθεῖσαν.

f. λέγει δὲ πρὸς τοῦ Διὸς κρίνεσθαι τοῦτον· τὸν γὰρ ἑκατέρωθεν μείναντα ἀναμάρτητον εἰς τὰς τῶν μακάρων νήσους πέμπεσθαι.

g. (ἔτειλαν:) ἐτελείωσαν. [*]()

1.94

a. ὁδὸν παρὰ Κρόνου: ἐτελείωσαν. παρὰ τὴν [*]() τοῦ Κρόνου βασιλείαν. κυρίως δὲ τύρσιν τὸ τεῖχος.

b. τύρσιν: πόλιν. κυρίως δὲ τὸ τεῖχος. | λέγονται [*]() δὲ πρῶτοι Τυρσηνοὶ τὴν τῶν τειχῶν κατασκευὴν εὑρηκέναι.

[*]()μακάρων: παρὰ τὸ Ὁμηρικόν (δ 567)·

ἀλλ᾿ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας.

[*]()ὅτι ἐν τῷ ὠκεανῷ αἱ τῶν μακάρων νῆσοι λέγονται καθ᾿ Ὅμηρον· φησὶ γάρ (δ 568)·

ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.

[*]()a. ἄνθεμα δὲ χρυσοῦ: λείπει τὸ ὡς, ἵν᾿ ᾖ· ὡς [*]() χρυσοῦ φλέγει ἄνθη.

b. ἢ οὕτως· τὰ δὲ ἄνθη λάμπει ὡς ἀπὸ χρυσοῦ.

[*]()a. τὰ μὲν χερσόθεν: διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ τὴν γῆν βλαστήματα.

b. ἄνθη ἀπὸ δένδρων· ἐλαίας, μυρσίνης, κισσοῦ. κατὰ γῆν ἄνθη· ἴα καὶ κρόκος.

c. τὰ μὲν γὰρ ἀπὸ στελέχους καὶ χωρὶς ὕδατος ἀνθεῖ, τὰ δὲ χαμαίζηλα ἐπαρδευόμενα διατηρεῖται θάλλοντα καὶ ἀκμαῖα.

[*]()d. τὰ μὲν χερσόθεν: διέστειλεν ἀπὸ τῶν δένδρων τὰ κατὰ γῆν βλαστήματα, τουτέστι τὰ χρείαν ἔχοντα ἀρδεύεσθαι.

[*]()a. ὅρμοισιν: ἐν τοῖς ὅρμοις, τοῖς ἑλίγμασιν τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας.

b. κατ᾿ ἐναλλαγὴν δὲ πτώσεως εἶπεν, ἀντὶ τοῦ χερσὶν ἀναπλέκουσιν ὅρμους καὶ στεφάνους.

[*]()c. ὅρμοισι τῶν χέρας: ὅρμους· ἀντὶ τῆς αἰτιατικῆς τῇ δοτικῇ ἐχρήσατο.

d. ὅρμοις [οὖν] λέγει τοῖς ἑλίγμασιν, οἷς τὰς κεφαλὰς στεφανοῦνται καὶ τὰς χεῖρας. [*]()

e. ὅρμοισι, τοῖς ἐνέρμασιν, οἷς τὰς χεῖρας στεφανοῦνται καὶ τὰς κεφαλάς.

f. ἢ τῶν ἀνθῶν ταῖς χερσὶν ὅρμους ἀναπλέκουσι καὶ στεφάνους.