Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()γένος ἀρήιον: ἤτοι γενναῖον τὰ πολεμικὰ, ἢ ὅτι ἀπὸ Ἄρεος τὸ γένος κατῆγε δι᾿ Ἁρμονίαν.

[*]()a. Θέρσανδρος: Θέρσανδρος ἔγημε Δαμώνασσαν τὴν Ἀμφιαράου· ἀδελφοὶ δὲ αὐτοῦ Τιμέας καὶ Ἀλάστωρ.

b. τὸ δὲ ἑξῆς τοῦ λόγου· λείφθη δὲ ὁ Θέρσανδρος τοῦ Πολυνείκους πεσόντος οὐκ ἦν . . .

[*]()c. λείφθη δὲ Θέρσανδρος: τὸ ἑξῆς· ἐλείφθη δὲ τοῦ Πολυνείκους πεσόντος Θέρσανδρος, Ἀνδρότιμος, Ἄλαστος. ὁ δὲ Θέρσανδρος ἐν Μυσίᾳ τρωθεὶς ὑπὸ Τηλέφου τελευτᾷ.

[*]()d. ἄλλως· ἐλείφθη δὲ λοιπὸν ὁ υἱὸς Πολυνείκους ἀναιρεθέντος Θέρσανδρος, ὅστις αὐτῷ ἐξ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς γέγονεν.

[*]()νέοις ἐν ἀέθλοις: ἐν τοῖς ἀκινδύνοις ἀγωνίσμασι καὶ πρέπουσι νέοις· λέγει δὲ τοῖς δι᾿ ἀγῶνος· [ἐν μάχαις τε:] καὶ ἐν πολέμοις ὁ τίμιος καὶ γενναῖος τυγχάνων.

[*]()a. Ἀδραστεΐδαν: ἐνταῦθα ἀντὶ ἑνικοῦ πληθυντικῶς ἐξήνεγκεν· ἔστι γὰρ Ἀδραστεΐδος· ἐκ μιᾶς γὰρ τῆς Ἀδράστου θυγατρὸς Ἀργείας γέγονε.

b. τὸ δὲ Ἀδραστεΐδαν οὐ περισπαστέον· ἔστι γὰρ θηλυκὸν καὶ ἔχει τὴν εὐθεῖαν

1.81
Ἀδραστεῖς, τῶν Ἀδραστεΐδων· | τὸ γὰρ ἀρσενικὸν περισπᾶται, [*]() οἱ Ἀδραστεῖδαι, τῶν Ἀδραστειδῶν.[*]()

c. EM 18, 46: Ἀδραστεϊδῶν: Ἄδραστος κύριον· Ἀδραστίδης, Ἀδραστιδῶν· καὶ πλεονασμῷ τοῦ ε, Ἀδραστεϊδῶν θάλος.

a. θάλος ἀρωγὸν δόμοις: [τιμώμενος:] ὁ Θέρσανδρος. [*]() γίνεται γὰρ Ἀργείας τῆς Ἀδράστου θυγατρὸς καὶ Πολυνείκους, εἰς ὃν ἀναφέρει τὸ γένος ὁ Θήρων.

b. Ἀδραστεΐδων δὲ εἶπε κατὰ τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀδραστίδος· μιᾶς γὰρ ἐγένετο τῆς Ἀργείας ὁ Θέρσανδρος.

c. οὐ δεῖ περισπᾶν τὸ Ἀδραστεΐδαν· εἴρηται γὰρ ἀπὸ τοῦ Ἀδραστίδες· Δαναίδες.

d. θάλος ἀρωγὸν δόμοις: τὸ βλάστημα τοῦ Ἀδράστου [*]()γένους.

e. ἀπὸ γὰρ Θερσάνδρου καὶ Κάδμου οἱ πρόγονοι τοῦ Θήρωνος.

f. ἐπεὶ Θέρσανδρος καὶ Διομήδης οἱ ἐπίγονοι ἐπιστρατεύσαντες ταῖς Θήβαις τῶν προαναιρεθέντων πατέρων ἐξεδίκησαν τὸν φόνον.

a. ὅθεν σπέρματος: ἔστι μὲν καὶ οὕτως διαστεῖλαι· [*]() ὅθεν σπέρματος ἔχοντι ῥίζαν· εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· πρέπει τὸν Αἰνησιδάμου· ἣν καὶ ὁ Δίδυμος ἀποδέχεται. Ἀρίσταρχος δὲ οὕτως· ὅθεν σπέρματος ἔχοντι ῥίζαν τὸν Αἰνησιδάμου· ὥστε ἴσον εἶναι τῷ, ἀφ᾿ ὧν ἔχοντι τὸ σπέρμα τῷ Αἰνησιδάμου υἱῷ πρέπει λυρῶν καὶ ἐγκωμίων τυγχάνειν. γίνεται δέ, φησιν ὁ Δίδυμος, κατὰ τὴν ἐκφορὰν ταύτην παρέλκον τὸ τυγχανέμεν. τὴν δὲ αἰτιατικὴν πτῶσιν τοῖς ἄνω συναπτέον ὡς προείρηκα, καὶ τὸ πρέπει τὸν Αἰνησιδάμου ἀπὸ ἄλλης ἀρχῆς· ὁ δὲ Θήρων τοῦ σπέρματος ἔχει ῥίζαν ἀπὸ τούτων.

b. ὅθεν σπέρματος· ἀπὸ γὰρ Οἰδίποδος οἱ περὶ Θήρωνα.

c. Αἰνησιδάμου γὰρ παῖδες Θήρων καὶ Ἱέρων.

d. ὅθεν σπέρματος ἔχοντι: ἀφ᾿ οὗ γένους, τοῦ [*]() Θερσάνδρου, ἔχουσι τὴν ῥίζαν οἱ περὶ Θήρωνα. | τὸ δὲ γένος [*]()

1.82
[*]() Λαΐου καὶ Οἰδίποδος ὁ Θήρων οὕτω κατάγει· | Λαΐου Οἰδίπους· τούτου Πολυνείκης· οὗ Θέρσανδρος· οὗ Τισαμενός· οὗ Αὐτεσίων· οὗ Θήρας· οὗ Σάμος. οὗτος ἔσχεν υἱοὺς δύο, Τηλέμαχον καὶ Κλύτιον· ὧν ὁ μὲν Κλύτιος ἔμεινεν ἐν Θήρᾳ τῇ νήσῳ, ὁ δὲ Τηλέμαχος ἐν χώρᾳ . . . . , ὅθεν συλλέξας δύναμιν ἔρχεται εἰς Σικελίαν καὶ κρατεῖ τῶν τόπων· ἐξ οὗ Χαλκιοπεύς· οὗ Αἰνησίδαμος· οὗ Θήρων.[*]()

[*]()a. Ὀλυμπίᾳ μὲν γάρ: εἰς μὲν τὰ Ὀλύμπια ἐνίκησε μόνος, εἰς δὲ τὰ Πύθια μετὰ Ἱέρωνος τοῦ ἀδελφοῦ. τὸ γὰρ παλαιὸν ποιοῦντες ἀμφότεροι τὰς δαπάνας ἴσας, ἔπεμπον ἅρματα εἰς τὸν ἀγῶνα, καὶ νικώντων αὐτῶν κοινῶς τὰς δαπάνας καὶ τὴν νίκην εἶχον.

[*]()b. Ὀλυμπίᾳ μὲν γὰρ αὐτός: Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς καθ᾿ ἑαυτὸν γέρας εἴληφεν· ἀντὶ τοῦ ἐν Ὀλυμπίᾳ ἐνίκησεν· ἔσχε δὲ καὶ κοινὰς πρὸς τὸν ἀδελφὸν Ξενοκράτην νίκας ἐν Ἰσθμῷ καὶ Πυθοῖ. ἐξ ἑνὸς γὰρ οἴκου πρὸς ἱπποτροφίαν διδόντες καὶ ἀπὸ κοινῶν χρημάτων, ἀμφότεροι καὶ ταῖς νίκαις ἀνεγράφοντο.

c. καὶ οἱ μὲν βούλονται ἀκούειν οὕτως· οἱ κοινοὶ αὐτῶν ἵπποι νικήσαντες ἀμφοτέροις παρεσχήκασι κοινὴν καὶ τὴν δόξαν· οἱ δὲ ὅτι ἐν τοῖς κοινοῖς ἵπποις ἀμφότεροι, ἕκαστος ἰδίᾳ ἐν τοῖς αὐτοῖς ἵπποις ἐνίκησε τέθριππον· ὃ καὶ μᾶλλον.

[*]()d. ἄλλως· Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο: [*]() ἀντὶ τοῦ μόνος· Πύθια δὲ καὶ Ἴσθμια Ξενοκράτης.

e. κατὰ δὲ τοὺς Ἀριστοτέλους Πυθιονίκας μόνος Θήρων ἀναγέγραπται· ἤτοι οὖν συλληπτικῶς εἴρηκεν, ἢ ἐπεὶ Θήρωνος

1.83
ἵπποις ὁ Ξενοκράτης ἐνίκησε, διὸ καὶ συνανεκήρυξε Θήρωνα.

f. ὁμόκληρον δὲ τὸν ἀδελφὸν ἢ διὰ τὸ τοῦ αὐτοῦ [*]() κλήρου καὶ φύσεως μετέχειν, ἢ ὅτι Ἴσθμια καὶ Πύθια ὁμοίως ἐνίκησε, διὰ τοὺς δύο στεφάνους μετασχὼν καὶ τῆς αὐτῆς δόξης.

g. ἄλλως· Ξενοκράτης ἦν Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Πύθια καὶ Ἴσθμια, καὶ γέγραφε Πίνδαρος εἰς τὰς τούτου νίκας· κοινὰς οὖν φησιν αὐτῶν εἶναι τὰς νίκας διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου εἶναι τὰς χορηγίας | καὶ τὰς ἐπιμελείας τῆς ἱπποτροφίας. τὴν γοῦν Ἰσθμικὴν [*]() νίκην ὑμνῶν Θρασύβουλον προσεφώνησε τὸν τοῦ Θήρωνος υἱόν [οὗτος τοῦ Ξενοκράτους] (J. II, 1)· οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες. οὕτω κοινὰς ἡγοῦντο τὰς νίκας.

h. ἐν Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας καὶ τιμὴν [*]() ἐδέξατο· ἐν τῇ Πυθοῖ δὲ καὶ Ἰσθμοῖ πρὸς τὸν ὁμόκληρον ἀδελφὸν Ξενοκράτην καὶ αὐτὸν αἱ κοιναὶ χάριτες τὰ ἄνθη τῶν ἁρμάτων τῶν δωδεκαδρόμων, ἤγουν τὰς νίκας, ἤγαγον. οἱ κοινοὶ ἵπποι αὐτοῖς δόξαν ἔφερον· ἢ ἐν τοῖς ἰδίοις ἵπποις ἕκαστος ἰδίᾳ ἐνίκησε τέθριππον.

a. ὁμόκλαρον: ἤτοι τῆς αὐτῆς τύχης κεκοινωνηκότα, [*]() κότα, ἢ τοῦ αὐτοῦ κλήρου καὶ [τῆς] φύσεως μετέχοντα. τὸν Ξενοκράτην δὲ λέγει· ἦν γὰρ Θήρωνος ἀδελφός. οὗτος ἐνίκησεν ἱπποτροφῶν καὶ Ἴσθμια καὶ Πύθια, καὶ γράφει ὁ Πίνδαρος εἰς τὰς νίκας τούτου. κοινὰς οὖν αὐτοῖς τὰς νίκας φησὶ γεγονέναι διὰ τὸ ἐκ τοῦ αὐτοῦ οἴκου τὰς χορηγίας τῆς ἱπποτροφίας γεγονέναι.

b. ὁμόκλαρον ἐς ἀδελφεόν: ἤτοι διὰ τὴν συγγένειάν [*]()

1.84
φησιν, ἢ ὡς ὁμοῦ ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων [*]() καὶ ὁμοῦ νικησάντων Ἴσθμια τεθρίππῳ.

c. φησὶν οὖν ὅτι ἐν Ἰσθμῷ αἱ χάριτες τῆς νίκης τῆς ἐν τῷ τεθρίππῳ κοιναὶ ἤγαγον αὐτοῖς τὰ ἄνθη τῶν στεφάνων. ἀπὸ σελίνων γὰρ τὸ στέμμα.

d. ἢ οὕτως· αἱ δὲ χάριτες αἱ ἐν Πυθῶνι καὶ Ἰσθμῷ τὰ ἄνθη τῶν τεθρίππων εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἤνεγκαν.

[*]()e. (ἀδελφεόν:) εἰς τὸν Πράξανδρον ἀδελφὸν τοῦ Θήρωνος ὄντα.

[*]()a. Ἰσθμοῖτε: ἐπιρρηματικῶς λέγεται· οἴκοι.

b.κοιναί:ὡς ἅμα ἱπποτροφούντων αὐτῶν καὶ ἀγωνιζομένων, καὶ ἅμα νικώντων.

[*]()(ἄνθεα:) νίκας.

[*]()a. δυωδεκαδρόμων: ὅτι δώδεκα δρόμους ἔτρεχον [*]() τὰ τέλεια ἅρματα, τουτέστιν ι΄ καὶ β΄ καμπτῆρας.

b. τὸ γὰρ παλαιὸν οὐκ ἔκαμπτον οἱ ἵπποι ζ΄ καμπτοὺς, ἀλλὰ δώδεπα.

[*]()a. τὸ δὲ τυχεῖν: τὸ τυχεῖν πειρώμενον ἀγῶνος καὶ λύπην λύει καὶ τὴν ἀθυμίαν ἐκβάλλει.

b. τῷ ἀποτυγχάνοντι κοινὸν ἔγκλημα ἡ ἄνοια καὶ ἡ ἀφροσύνη.

c. ὁ νοῦς· πρῶτον μὲν τὸ πειρᾶσθαι ἀγῶνος παρέχει κάματον τοῖς ἀγωνιζομένοις, ὕστερον δὲ πόνων λύσιν καὶ εὔκλειαν ἔχει.

[*]()d. τὸ δὲ τυχεῖν πειρώμενον: οὕτως· ὁ ἐπιτυχὼν οὐκέτι ἐν ἀγωνίᾳ ἐστὶ, παρόσον ἄφρονας μὲν λέγουσι τοὺς ἀγωνιζομένους, τοὺς δὲ νικήσαντας οὐκέτι.[*]()

e. ἢ οὕτως· τὸ πειρώμενον τοῦ ἀγωνίσματος τυχεῖν λύσιν ποιεῖ τῆς ἀφροσύνης, ὥσπερ τὸ μὴ νικῆσαι ἄφρονα ποιεῖ. [*]()

f. ἄλλως· τὸ δὲ ἐπιτυχεῖν καὶ νικῆσαι ἀποπειρώμενον ἀγῶνος τῶν δυσκόλων φροντίδων τῶν ἐπὶ τῇ νίκῃ ἀπολύει.

1.85

g. ἄλλως· τὸ νικῆσαι δέ, φησι, τὸν ἀγωνιζόμενον παράλυσιν [*]() ποιεῖ τῆς ἀφροσύνης καὶ τῆς λύπης.

h. δύναται δὲ καὶ κυρίως κεῖσθαι ἡ ἀφροσύνη, ἵν᾿ ᾖ· | ὁ νικήσας [*]() νομίζεται ἐκτὸς ἀφροσύνης εἷναι· | κρίνουσι γὰρ οὐ τὸ εὖ[*]() βεβουλεῦσθαι διὰ τὸ ἐλθεῖν ἐπὶ τὸν ἀγῶνα.

a. ὁ μάν: ἀντὶ τοῦ ὅταν.

b. ὁ δὲ νοῦς· ὅταν ᾖ [*]() πεποικιλμένος ὁ πλοῦτος σὺν ἀρετῇ, πορίζει τὰ εὐφραίνοντα, καὶ τὰ ἑαυτοῦ καὶ τὰ ἀπὸ τῆς ἀρετῆς περιγινόμενα ἑαυτῷ· ἀρετὴν μὲν γάρ τις ἔχων, ἀχόρηγος δὲ ὢν διὰ τὸ πένης εἶναι, πολλῶν στέρεται τῶν εὐφραινόντων· πλούσιος δὲ ὢν ἀρετὴν μὴ ἔχων οὐ χρῆται τοῖς εὐφραίνουσι. καὶ ἡ Σαπφώ· (fr. 80) πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος.

b. ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν.

c. πολλὴν καὶ συνετὴν διάνοιαν πρότερον παρασχὼν, μετὰ ταῦτα καὶ τὰς ἰδίας ὁ πλοῦτος καὶ τὰς τῆς ἀρετῆς εὐφροσύνας παρέχει.

d. προπαρασχὼν τὴν μέριμναν δι᾿ ἧς πάντα ἀγρεύεται.

e. ὁ μὰν πλοῦτος ἀρεταῖς: οἱ μετὰ ἀρετῆς πλουτοῦντες [*]() εὐγενῶς τὰ δύο φέρουσι τά τε ἀγαθὰ καὶ τὰ κακά· οὔτε γὰρ τὸν πλοῦτον ἀποδέχεται οὔτε τὴν ἀρετὴν, ἀλλὰ τὰ δύο ἡνωμένα. φησὶ γάρ· ὁ πλοῦτος κοινωνῶν τῇ ἀρετῇ ποιεῖ τοὺς ἀνθρώπους εὐγενῶς φέρειν τὰ ἀγαθὰ καὶ τὰ κακὰ ὑπὸ τὸν αὐτὸν καιρὸν, τὴν βαθεῖαν αὐτοῦ ὑπέχων μέριμναν, ὅ ἐστιν ὑπεράνω ὢν τῶν προσπιπτόντων ἀγαθῶν τε καὶ κακῶν. τὸ δὲ ἀγροτέραν σημαίνει ἀγρευτικὴν καὶ ἐρευνητικήν.[*]()

f. ὁ μὰν πλοῦτος: ὁ νοῦς· ὁ δὲ πλοῦτος οὐ μόνος [*]() ὢν καθ᾿ ἑαυτὸν, ἀλλὰ καὶ ἀρετῇ κεκοσμημένος, καιρίως τῶν τε ἑαυτοῦ ἀγαθῶν καὶ τῆς ἀρετῆς ἀπολαύει, συνετὴν ἔχων

1.86
[*]() τὴν φροντίδα πρὸς τὸ ἀγρεύειν τὰ καλά. | τούτων γὰρ τὸ ἕτερον καθ᾿ ἑαυτὸ οὐχ ἡδύ· ὡς καὶ Καλλίμαχος (H. in Jov. 95)·
οὔτ᾿ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, οὔτ᾿ ἀρετὴ ἀφένοιο· δίδου δ᾿ ἀρετήν τε καὶ ὄλβον.
καὶ ἡ Σαπφώ (fr. 80)· πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος. ἡ δὲ ἐξ ἀμφοτέρων κρᾶσις εὐδαιμονίας ἔχει τὸ [*]() ἄκρον. τοῦτο προσεῖναι τῷ Θήρωνι μαρτυρεῖ.[*]()

g. ἄλλως· ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν, τὴν πολλὴν καὶ βαθεῖαν καὶ συνετὴν διάνοιαν εὔκολον καὶ εὔληπτον καὶ ἀγροτέραν διδούς.

h. βαθεῖαν: τὴν συνετήν.

i. ὑπέχων: ὑποτιθείς. [*]()

k. ἀγροτέραν: ἀγρευτικὴν τῶν ἡδέων, θηρευτικωτέραν πρὸς τὸ πορίζειν τὰ ἀγαθά.[*]()