Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]() Τῷ αὐτῷ τόκος.

[*]() Τοῦ ια΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ς΄, ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἰαμβέλεγος τῆς τελευταίας εἰς τὴν ἀρχὴν μετατεθείσης. τὸ β΄ ὅμοιον τῷ α΄ παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ γ΄ τὸ αὐτὸ παρὰ τὸν τελευταῖον πόδα. τὸ δ΄ μικτὸν ἐκ διμέτρου τροχαϊκοῦ καὶ ἡμίσεος ἔπους. τὸ ε΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον εἰς ἴαμβον Πινδαρικῷ ἔθει. τὸ ς΄ ἰαμβέλεγος.

ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἐγκωμιολογικόν. τὸ β΄ δίμοιρον ἔπους. τὸ γ΄ ἰαμβέλεγος παρὰ τὴν πρώτην συλλαβήν. τὸ δ΄ τροχαϊκὸν τρίμετρον καταληκτικόν. τὸ ε΄ τὸ αὐτό. τὸ ς΄ Εὐριπίδειον. τὸ ζ΄ ἐγκωμιολογικὸν ἐπιλαμβάνον. τὸ η΄ χοριαμβικὸν δίμετρον ὑπερκατάληκτον.

τὸ θ΄ Εὐριπίδειον. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον.

[*]()Inscr.a. τόκος ἐπιγέγραπται, ἐπειδὴ ἐν προσθήκης μέρει τελευταῖον γέγραφε, καθάπερ καὶ ἐπὶ τῶν δανεισμάτων τὸ προστιθέμενον ἐκτὸς τοῦ ἀρχαίου. τόκος δὲ κέκληται παρὰ [*]() τὸ ἐπιτετέχθαι καὶ ἐπιγεγενῆσθαι τῷ ἀριθμῷ.

Inscr.b. τῷ αὐτῷ γέγραφεν ἐν προσθήκης μέρει διδοὺς ὡς ἂν τόκον διὰ τὸ μὴ παρὰ τὸν τῆς νίκης καιρὸν γεγραφέναι τὸν ἐπίνικον.

1.343

a. ἔστιν ἀνθρώποις: ὁ λόγος· καιρός ἐστι τοῖς ἀνθρώποις [*]() ὅτε χρεία γένηται ἀνέμων, ὅ,τι ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει, καὶ γεωργοῖς ὄμβρου· τότε δηλονότι ἐπινίκων ὕμνων καὶ ἐγκωμίων . . . .

b. . . . ἄλλο ἔστι δὲ ὅτε καὶ τοῖς γεωργοῖς ὀμβρίων ὑδάτων γένηται.

c. ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις: [*]() ἔστι καιρὸς τοῖς ἀνθρώποις, φησὶν, ὅτε πλείστη χρεία γίνεται ἀνέμου, | οἷον ἐπὶ τῶν πλεόντων μάλιστα συμβαίνει· [*]() ἔστι δὲ ὅτε καὶ οὐρανίων ὄμβρων τοῖς γηπονοῦσι χρεία· οὕτω δηλονότι καὶ τοῖς ἀθληταῖς ἐγκωμίων.

d. ἄλλως· [*]() ἔστιν ὅτε τοῖς ἀνθρώποις πολλὴ χρεία ἐστὶν ἀνέμου, | οἱονεὶ [*]() τοῖς πλέουσι, καὶ ἔστιν ὅτε πλείστη χρεία ἐστὶν ὄμβρων καὶ ὑετῶν, οἱονεὶ τοῖς γηπονοῦσιν.

ἔστι δ᾿ οὐρανίων: ἔστι δὲ καὶ ὅτε οὐρανίων ὑδάτων [*]() τοῖς γεωργοῦσιν.[*]()

παίδων νεφέλας: παῖδας νεφελῶν τοὺς ὄμβρους [*]() φησίν.

a. εἰ δὲ σὺν πόνῳ τις: εἰ δὲ φιλοπονήσας τις εὐτυχοίη.[*]()

b. εἰ δέ τίς, φησι, μὴ κατὰ κενὸν πονήσει.

c. εἰ δὲ διὰ τῶν πόνων ἀθλήσας νίκης τύχοι, τούτῳ μάλιστα χρεία τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων περὶ αὐτοῦ λόγων· διὰ γὰρ τοὺς ὕμνους καὶ οἱ ὕστερον μνημονεύουσι τῶν προγενεστέρων, καὶ ὡσανεὶ ὅρκος πιστὸς, οὕτως καὶ οἱ ὕμνοι διασώζουσιν αὐτῶν τὴν ἀρετήν. [*]()

d. εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι: εἰ δέ τίς, [*]() φησι, μὴ κατὰ κενὸν πονήσει, διὰ δὲ τῶν πόνων ἀθλήσας

1.344
τοῦ ἀθλήματος τῆς νίκης τύχοι, τούτῳ προσδεῖ τῶν ὕμνων· οὗτοι γὰρ αὐτῷ ἀρχὴν ποιοῦνται τῶν ὕστερον ἐσομένων [*]() περὶ αὐτοῦ λόγων.[*]()

e. ἄλλως· εἰ δέ τις πονήσας εὐτυχῆ πράσσοι καὶ νικήσει, τούτῳ οἱ ἡδεῖς οὗτοι ὕμνοι τῶν ὕστερον ἐπαίνων ἀρχὴ γίνονται καὶ πρόφασις· ἀντὶ τοῦ οἱ ὕμνοι οὗτοι αἴτιοι γίνονται τοῦ καὶ αὖθις μνημονεύεσθαι [*]() τοῦ νικηφόρου τὰ κατορθώματα, | τῶν ὕστερον μετὰ ταῦτα λόγων ἤτοι ἐπαίνων μελλόντων λέγεσθαι τοῦ ὕμνου τὴν ἀρχὴν καὶ τὴν πρόφασιν διδόντος.[*]()

[*]()f. μελιγάρυες: ἐπειδὴ ἡδυτάτοις μέλεσιν ἐχρήσατο.

[*]()g. ἄλλως· μελιγάρυες ὕμνοι, φησὶ, τῶν ὑστέρων λόγων ἀρχή εἰσι. δι᾿ αὐτοὺς γὰρ καὶ οἱ ὕστεροι μνημονεύουσι τῶν προγενεστέρων.

h. ἢ ταῖς ἀρεταῖς οἱ ὕμνοι συνηρμοσμένοι εἰσὶ τῶν ὑμνουμένων.[*]()

[*]()τέλλεται: ἀντὶ τοῦ τέλλονται οἱ ὕμνοι· ἑνικὸν ἀντὶ πληθυντικοῦ.

[*]()a. καὶ πιστὸν ὅρκιον: σύνθημα. ὁμολόγημα. δύναταί τις ὀμόσαι νενικηκέναι τὸν Ἀγησίδαμον ἀκούων τοῦ ὕμνου.

b. ἄλλως· οἱ ὕμνοι πιστὸν ὅρκιόν εἰσι τῶν ἀρετῶν· οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς οὐδέποτε συμπαρόντες, ἀεὶ δὲ μνείαν πορίζουσιν αὐτοῖς.

[*]()c. καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς: οἱ ὕμνοι. οὐ γὰρ ἀπολείπουσιν αὐτοὺς παρόντες, ἀλλ᾿ ἀεὶ μνείαν αὐτοῖς πορίζουσιν.[*]()

[*]()a. ἀφθόνητος δ᾿ αἶνος: ἀφθόνητος ὁ ὕμνος ἐστὶν ἔπαινος καὶ ἀνάκειται τοῖς Ὀλυμπιονίκαις.[*]()

1.345

b. ἄλλως· καὶ τὸ μέγιστον, ὅτι ἀλλότριος τῶν διὰ φθόνον [*]() ἐπιβουλευόντων ὁ ὕμνος ἐστίν· εἰκόνα μὲν γὰρ καὶ ἄγαλμα καθέλοι ἄν τις διὰ φθόνον, ὕμνον δ᾿ οὐκ ἂν ἀφανίσειεν.[*]()

τὰ μὲν ἁμετέρα γλῶσσα: ταῦτα οὖν τὰ κατορθώματα [*]() καὶ τὰ ἐγκώμια τῶν ἐν Ὀλυμπίᾳ νενικηκότων καὶ ἡ ἡμετέρα γλῶσσα καὶ Μοῦσα περιέπειν καὶ ἀνυμνεῖν βούλεται.

γλῶσσα ποιμαίνειν θέλει: προστατεῖν, φησὶν, ἡ [*]() γλῶσσά μου τῶν Ὀλυμπιονικῶν θέλει καὶ κατορθοῦν καὶ ἀνυμνεῖν τὰ κατορθώματα τῶν νικησάντων.

a. ἐκ θεοῦ ἀνήρ: καὶ ἡμεῖς, φησι, καὶ οἱ ὕμνοι [*]() καὶ οἱ ἐγκωμιάζοντες τῆς τῶν θεῶν ἐπινοίας δεόμεθα.

b. ἐκ θεοῦ δ᾿ ἀνήρ: κατὰ δὲ βούλησιν δαιμονίου [*]() ἴσως καὶ τῷ αὐτῷ τρόπῳ σοφὸς διαπαντὸς ἀνθεῖ ταῖς γνώμαις.

c. ἀπὸ γὰρ θείας μοίρας μουσικός τις καὶ ἔξοχος λάμπει ὁμοίως ὥσπερ καὶ σὺ νενίκηκας. τοῦτο δὲ πρὸς τὰ ἴδια ἐγκώμια κατασκευάζει, λέγων ἑαυτὸν διαπαντὸς σοφῶς φράζειν.

ἴσθι νῦν Ἀρχεστράτου παῖ: ἴσθι δὴ οὖν καὶ [*]() γίνωσκε, ὦ Ἀγησίδαμε, ὅτι τῆς σῆς πυγμῆς ἕνεκεν τὸν κόσμον τὸν διὰ τοῦ στεφάνου κελαδήσω. λέγει δὲ, τὸν ὕμνον ἀναβοήσω τῆς καλλιστεφάνου ἐλαίας.[*]()

a. κόσμον ἐπὶ στεφάνῳ: τὸν ὕμνον λέγει. [*]()

b. ἐλαίας: λείπει τὸ δεξάμενον. [*]()

c. παρεῖται δέ τι εἰς τὸ τοῦ λόγου πλῆρες· πληρωθείη [*]()

1.346
δ᾿ ἂν οὕτως· χρυσέας ἐλαίας κόσμον σε δεξάμενον κελαδήσω τοὺς Ἐπιζεφυρίους Λοκροὺς φροντίδος ἀξιῶν διὰ σέ.[*]()