Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. κόσμον ἁδυμελῆ κελαδήσω: κελαδήσω τὸν ὕμνον σου τῆς νίκης τῶν Ἐπιζεφυρίων Λοκρῶν φροντίδα [*]() ποιούμενος καὶ μνήμην.

b. ἔθνη δὲ γ΄ Λοκρῶν· Λοκροὶ οἱ Ἐπιζεφύριοι οἱ ἐν τῇ Ἰταλίᾳ· Λοκροὶ Ὀζόλαι οἱ ἐν τῇ Αἰτωλίᾳ· Λοκροὶ οἱ Ἐπικνημίδιοι οἱ ἐν τῇ Εὐβοίᾳ· ὅθεν Αἴας ὁ Ὀιλέως ὑπῆρχε καὶ τὴν ἐπωνυμίαν ἔσχε τὴν τοῦ [*]() Λοκροῦ.

c. γένη δὲ καὶ ἔθνη τῶν Λοκρῶν εἰσι τρία, Ἐπιζεφύριοι, Ὀζόλαι, Ἐπικνημίδιοι. τούτων οἱ μὲν Ἐπιζεφύριοί εἰσιν ἐν τῇ Ἰταλίᾳ, οἱ δὲ Ὀζόλαι πρὸς τῇ Αἰτωλίᾳ, οἱ δ᾿ Ἐπικνημίδιοι πρὸς τῇ Εὐβοίᾳ, ὅθεν Αἴας ὁ Ὀιλέως.[*]()

[*]()a. ἀλέγων: ὑμνῶν. καὶ Ἀλκαῖος (fr. 58; sed potius Alcm. 23, 2)· οὐκ ἐγὼ Λύκον ἐν Μούσαις ἀλέγω. παρὰ τὸ ἀλέγειν καὶ φροντίδα ποιεῖν.

b. ὁ δὲ λόγος οὗτος· τὴν Ἐπιζεφυρίων γενεὰν ὑμνῶν ὅπου συγκωμάζονται μέν σε ἐγγυήσομαι ἀφίξεσθαι εἰς στρατὸν μήτε ἄξενον μήτε καλῶν ἄπειρον.[*]()

[*]()c. ἀλέγων: ἐν φροντίδι ἔχων. μεμνημένος. ἀνυμνῶν.[*]()

[*]()a. ἔνθα συγκωμάξατ᾿· ἐγγυάσομαι: ἐκεῖ δὲ συγχορεύσατε, ὦ Μοῦσαι· ἐγγυῶμαι γὰρ ὑμῖν μηδαμῶς τὸν

1.347
στρατὸν αὐτῶν καὶ τὸν δῆμον κακόξενον εἶναι καὶ μὴ χαίροντα μουσικῇ.

b. ἔνθα συγκωμάξατε: ἐν ταύτῃ τῇ Λοκρίδι τῶν [*]() Ἐπιζεφυρίων συγκωμάσατε καὶ συγχορεύσατε, ὦ Μοῦσαι· ἐγγυήσομαι δὲ ἀφίξεσθαι ὑμᾶς πρὸς στρατὸν μὴ ἄξενον μηδὲ καλῶν ἄπειρον, | ἀλλὰ πάντων καλῶν πεπειραμένον.[*]()[*]()

φυγόξενον: φυγαδεύοντα τοὺς ξένους. κακόξενον.[*]()

a. ἀκρόσοφον δὲ καὶ αἰχμητὰν ἀφίξεσθαι: [*]() τουτέστιν εἰς ἄκρον ἐληλυθότα σοφίας. 16

b. ἀκρόσοφον: τὸν ἐπ᾿ ἄκρον ἰόντα σοφίας.[*]()[*]()

c. τὸ γὰρ ἐμφυὲς οὔτ᾿ αἴθων ἀλώπηξ: τὸ γὰρ [*]() ἦθος τὸ ἐκ τῆς φύσεως οὐκ ἂν μεταβάλοι οὔτε ἡ δολία ἀλώπηξ οὔτε οἱ φοβεροὶ λέοντες. τοῦτο δὲ ὡς φύσει ὄντας αὐτοὺς πρὸς ἀρετὴν ἐπιτηδείους καὶ οὐχ οἷόν τε μεταβληθῆναι αὐτούς. διὰ τοῦτο οὖν, φησι, καὶ ἐγγυῶμαι αὐτούς.

d. ἄλλως· τὸ γὰρ ἐμφυὲς οὔτ᾿ αἴθων ἀλώπηξ: τούτοις ὑπακουστέον ὅτι οὐδὲ οἱ Λοκροὶ τὸ συγγενικὸν μετέβαλον, ἀλλ᾿ εἰσὶν ὡς ἀπ᾿ ἀρχῆς αἰχμηταὶ τῶν προδεδηλωμένων ἀρετῶν μετέχοντες ἐκ φύσεως.

e. ὥσπερ οὖν ὁ λέων οὐ μεταβάλλει τὸ γενναῖον οὔτε ἡ ἀλώπηξ τὸ σοφὸν, οὕτως οὐδὲ οἱ Λοκροὶ τὸ ἔμφυτον ἦθος μεταβάλλονται.[*]()

a. οὔτ᾿ αἴθων ἀλώπηξ: πανοῦργον ζῷον ἡ ἀλώπηξ· [*]() ὁ δὲ λέων δυναμικώτερος· ἀλλ᾿ οὐκ ἀλλάξει τὸ ἦθος τὸ ἔμφυτον.

b. αἴθων ἀλώπηξ: διάπυρος.

c. δολία τῇ διανοίᾳ. [*]()

d. ἢ αἴθων, παρόσον λαμπουρὶς καλεῖται.

1.348

[*]()οὐδ᾿ ἐρίβρομοι λέοντες: καὶ τούτοις ὑπακουστέον ὅτι οὐδὲ οἱ Λοκροὶ τὸ συγγενικὸν μεταβεβλήκασιν, ἀλλ᾿ εἰσὶν ὃν τρόπον ἐξ ἀρχῆς αἰχμηταὶ καὶ τῶν προδεδηλωμένων ἀρετῶν μετέχοντες ἐκ φύσεως καὶ ἀπ᾿ ἀρχῆς [οἱ] τοιοῦτοι.

[*]() τέλος τόκου.

[*]() Ἐργοτέλει Ἱμεραίῳ δολιχεῖ καὶ Ἴσθμια καὶ Πύθια.

[*]() Ἐργοτέλει Ἱμεραίῳ δολιχοδρόμῳ Πύθια καὶ Ἴσθμια, νικήσαντι τὴν οζ΄ Ὀλυμπιάδα. sch. Inscr. B

[*]() Τοῦ ιβ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων θ΄.

τὸ α΄ ἰαμβέλεγος λειπούσης τῆς πρώτης συλλαβῆς [ἢ τοῦ τέλους μετακειμένου ἐπὶ τὴν ἀρχήν]. τὸ β΄ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ τροχαϊκὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ (Archil. fr. 99) Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαισάμην.

τὸ ε΄ Πινδαρικὸν ἐκ Στησιχορείου τρίμετρον ἀκατάληκτον.

τὸ ς΄ ἰαμβέλεγος τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν μετακειμένου.

τὸ ζ΄ Εὐριπίδειον. τὸ η΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ θ΄ Εὐριπίδειον.

ἡ δὲ ἐπῳδὸς κώλων ι΄. τὸ α΄ ἐγκωμιολογικόν. τὸ β΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ γ΄ Εὐριπίδειον.

1.349
τὸ δ΄ ἀναπαιστικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ε΄ προσοδιακὸν καὶ συλλαβή. τὸ ς΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἰαμβέλεγος τῆς πρώτης ἀφῃρημένης [ἢ τοῦ τέλους μετακειμένου]. τὸ η΄ Πινδαρικὸν ἀπὸ Στησιχορείου.

τὸ θ΄ Στησιχόρειον. τὸ ι΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. 1 B

Inscr. a. Ἐργοτέλει: Ὀλυμπιάδα μὲν ἐνίκησεν οζ΄ καὶ [*]() τὴν ἑξῆς οθ΄, Πυθιάδα δὲ κε΄ καὶ Ἴσθμια ὁμοίως. αὐτὸς δὲ ὁ Ἐργοτέλης ἦν μὲν τὸ γένος Κρὴς Κρώσιος· φυγαδευθεὶς δὲ ἐντεῦθεν ἀπῆλθεν εἰς Ἱμέραν πόλιν τῆς Σικελίας, ἐξ ἧς ἦν ὁ Στησίχορος ὁ μελοποιὸς, καὶ πολίτης γραφεὶς ἐνταῦθα ἤθλησεν. διὰ δὲ τοῦ προοιμίου εὔχεται ἀεὶ τὴν Ἱμέραν ἐλευθέραν εἶναι καὶ ἀνυπότακτον ἄλλοις. φανερὸν δὲ ὅτι καὶ διὰ τοῦτο τὴν Τύχην προσαγορεύει [καὶ] Διὸς ἐλευθερίου παῖδα, ἣν καὶ παρακαλεῖ ἀμφιπολεῖν τὴν Ἱμέραν.

Inscr. b. Ἐργοτέλης Κρὴς μὲν ἦν τῷ γένει πόλεως [*]() Kνωσσοῦ, ὃς ἠγωνίσατο ἑβδομηκοστὴν ἑβδόμην Ὀλυμπιάδα καὶ τὴν ἑξῆς Πυθιάδα εἰκοστὴν ἐννάτην. στασιαζομένης δὲ τῆς πόλεως φυγὰς εἰς Ἱμέραν πόλιν Σικελιωτικὴν ἀπῆλθε, καὶ καταλαβὼν πάλιν τὰ ἐν Σικελίᾳ πράγματα στασιαζόμενα πρὸς Γέλωνος καὶ Ἱέρωνος, ἐκδεξάμενος εἰρήνην ἐνίκησε.

1.350
διὸ πρὸς τὴν Εἰρήνην ἀποτείνεται ἐν τῷ προοιμίῳ ὡς αἰτίαν γενομένην τῷ νικηφόρῳ τῆς νίκης.

c. Ἱμέραν δὲ νῦν τὴν πόλιν αὐτὴν λέγει· ἔστι δὲ καὶ ποταμός. ἐκ ταύτης δὲ τῆς Ἱμέρας καὶ Στησίχορος ὁ μελοποιός.

d. ἦν δὲ ὁ Ἐργοτέλης υἱὸς Φιλάνορος καὶ ἐπολιτογραφήθη ἐνταῦθα. metr. B

[*]()a. Λίσσομαι παῖ Ζηνός: καταλυθέντων τῶν περὶ Ἱέρωνα ἀθλήσας ἤδη ἐνίκησεν· ὅθεν τὸν ἐλευθέριον Δία . . . . ὡς τῶν Σικελιωτῶν κατελευθερωθέντων τῆς τυραννίδος.

[*]()b. Λίσσομαι παῖ Ζηνὸς ἐλευθερίου: τὴν Εἰρήνην ἐλευθερίου Διὸς ὑποτίθεται θυγατέρα διὰ τὴν ἐνοῦσαν τοῖς εἰρηνεύουσιν ἐλευθερίαν.

c. ἔστι δὲ ὡς τὸ (Hom. A 37)· Χρύσην ἀμφιβέβηκας.

d. ἱκετεύω οὖν σε, ὦ τοῦ ἐλευθερίου Διὸς παῖ Τύχη σώτειρα, περὶ τῆς μεγαλοσθενοῦς [*]() πόλεως τῆς Ἱμέρας καλουμένης.

e. [ἔστι δὲ] Ἱμέρα πόλις[*]() Σικελίας. ἀμφιπόλει δὲ, περιπόλει. σῶζε.

f. εὔχεται δὲ μὴ ὑποταγῆναι τὴν Ἱμέραν μηδενί.

[*]()a. τίν: σοί Δωρικῶς.

[*]()b. τὶν γὰρ ἐν πόντῳ: διὰ σὲ γὰρ καὶ νῆες ἐν τῇ θαλάσσῃ ἰθύνονται.[*]()

c. ἢ ὑπὸ σοῦ.

d. διὰ τὴν τύχην φησὶ καὶ τὰς ἐν ἀνθρώποις ἐλπίδας ἐκκλείεσθαι.[*]()

[*]()e. θοαὶ νᾶες: ἐπεὶ καὶ αἱ νῆες τύχῃ τινὶ κινοῦνται. ὁμοίως δὲ καὶ αἱ δημηγορίαι γίνονται.

[*]()a. λαιψηροὶ πόλεμοι: κοῦφοι καὶ ἀνόητοι· διὰ τὸ ἀνοήτως ποιεῖν ὁρμᾶν τοὺς μαχομένους.

b. ἤτοι ὅτι

1.351
ὀξέως ἡ ὀργὴ διανίσταται τῶν ἀνθρώπων, ἐξ ἧς ὁ πόλεμος.[*]()

αἵ γε μὲν ἀνδρῶν: ὃ ἄν τις ἐλπίζῃ, οὐκ εὐθέως [*]() ἀποβαίνει, οὐδὲ εὐθυποροῦσιν αἱ ἐλπίδες, ἀλλὰ ποτὲ μὲν εἰς ὕψος φέρεται τὰ προσδοκώμενα ὡς τελευτηθησόμενα, ὁτὲ δὲ ῥίπτεται καὶ ταπεινοῦται.

a. πόλλ᾿ ἄνω, τὰ δ᾿ αὖ κάτω: πεπλανημένως. [*]()

b. διὰ σὲ οὖν, ὦ Τύχη, πάντα γίνονται. αἱ γοῦν τῶν ἀνθρώπων [*]() ἐλπίδες πολλάκις ἀντιστρόφῳ τῇ προσδοκίᾳ χρησάμεναι μάτην διεξῆλθον καὶ περισσῶς ἠλπίσθησαν.[*]()