Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Ἀίδα σταθμόν: τὸν οἶκον. ἢ τὸν Ἅιδην, περιφραστικῶς.[*]()

τὸ κενεὰ πνεύσας ἀντὶ τοῦ ματαίως μοχθήσας.[*]()

a. τερπνόν: βραχὺ τυγχάνει παρ᾿ αὐτὴν τὴν νίκην.[*]()

b. βραχύ τι τερπνόν ἀντὶ τοῦ οὐδέν. οὐδὲ ὀλίγον. [*]() οὐδὲ τὸ ἐλάχιστον.[*]()

a. τὶν δέ: ἀντὶ τοῦ οὐδέν. . . . πᾶσα μουσικὴ [*]() ἀναπέμπει καὶ διαποικίλλει τὴν χάριν.

τὶν δ᾿ ἁδυεπής τε λύρα:

b. τίν σοί Δωρικῶς. [*]()

c. σοὶ οὖν, φησι, πᾶν εἶδος μουσικῆς διαποικίλλει τὴν χάριν

1.340
[*]() καὶ παρέχει τὴν ἡδονήν.

d. παρὰ τὸ Ὁμηρικόν (Γ 126)· πολέας δ᾿ ἐνέπασσεν ἀέθλους.[*]()

[*]()a. ἀναπάσσει: ἤτοι ἀνεγείρει. ἄνω ποιεῖ. ἀναβάλλει.

b. καὶ γὰρ τὸ πάσσειν ποικίλλειν ἐστὶ, καὶ παστὸς διὰ τὸ πεποικίλθαι.

c. ἀναποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός. Ὅμηρος (l. l.)· πολέας δ᾿ ἐνέπασσεν ἀέθλους.

[*]()d. ἀναπάσσει: ἀναπέμπει. ἀναποικίλλει.

[*]()e. ἀναπάσσει: ἀνεγείρει. ἄνω ποιεῖ.

f. ἢ ἀναποικίλλει σοι τὴν χάριν ἥ τε λύρα καὶ ὁ αὐλός.[*]()

[*]()a. χάριν: τὴν τῶν νικησάντων.

b. τρέφουσι καὶ αὔξουσι τήνδε τὴν χάριν τοῦ νικῶντος αἱ Μοῦσαι.

c. ἀντὶ τοῦ τὸ ποίημα.

d. δοξάζουσι τοὺς νικῶντας.

[*]()e. τρέφοντι δ᾿ εὐρὺ κλέος: αὔξουσι δέ σου τὸ κλέος αἱ Μοῦσαι καὶ οἱ λόγοι· ἀθάνατοι γὰρ οἱ διὰ τῶν [*]() λόγων ἔπαινοι.

f. τρέφουσι δὲ αἱ Μοῦσαι μέγιστον κλέος τῶν νικησάντων.

[*]()a. ἐγὼ δὲ συνεφαπτόμενος: καὶ αὐτὸς ἐγὼ τῶν Μουσῶν τῆς ᾠδῆς ἐπιλαμβανόμενος τρέφω σου τὸ κλέος ὕμνῳ ὡσανεὶ μέλιτι πιαίνων τὴν πόλιν.[*]()

[*]()b. ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ: καὶ αὐτὸς δὲ ἐγὼ τῇ σπουδῇ συνεφαπτόμενος τῶν Μουσῶν, συλλαμβανόμενος καὶ συνεργῶν τρέφω σου τὸ κλέος καὶ αὔξω, εἴς τε τὸ τῶν Λοκρῶν ἔθνος ἐμαυτὸν ἐμβάλλων καὶ ὡσανεὶ μέλιτι πιαίνων τὴν πόλιν [καὶ ἡδέως διατίθημι ὑμνῶν.]

1.341

σπουδᾷ: τῇ σπουδῇ τῶν Μουσῶν. [*]()

ἀμφέπεσον μέλιτι καταβρέχων: ὥρμησα. αὐτῷ [*]() τῷ ποιήματί, φησι, καταβρέχων, τουτέστιν ὑμνῶν.[*]()

παῖδ᾿ ἐρατόν: ταῦτα κομματικῶς καθ᾿ ἑαυτὸν λέγει. [*]()

τὸν εἶδον: ἀντὶ τοῦ ἔγνων. [*]()

a. κρατέοντα: νικῶντα.

b. χειρὸς ἀλκᾷ: ἀντὶ [*]() τοῦ πυκτικῇ.

a. κεῖνον κατὰ χρόνον: οὐ γὰρ ἐν ᾧ καιρῷ ἐνίκησεν [*]() ἔγραψε τὸν ὕμνον.

b. κεῖνον κατὰ χρόνον: τὴν βραδυτῆτα τοῦ ἐπινικίου [*]() καὶ νῦν ἐπιδείκνυται. subscr. Q

c. ἰδέᾳ τε καλόν: καὶ τῇ ὥρᾳ τοῦ σώματος ἐναβρυνόμενον [*]() καὶ τῷ κάλλει.

a. ὥρᾳ τε κεκραμένον: καὶ τῷ κάλλει τοῦ σώματος [*]() ἀναλόγως συγκεκραμένον καὶ φαιδρυνόμενον τῇ τούτου ὥρᾳ.

b. ἅ ποτ᾿ ἀναιδέα: ἥτις ὥρα ποτὲ τὸν ἀναιδῆ [*]() θάνατον ἀπεκώλυσε τοῦ Γανυμήδους ἅμα τῇ Ἀφροδίτῃ. | Ὅμηρος (Υ 234)· [*]()

τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν᾿ ἀθανάτοισι μετείη.

c. ἄλλως· ἡ ὥρα, φησὶ, τῆς ἡλικίας τῷ Γανυμήδει θάνατον [*]() ἄλαλκε· | καὶ γὰρ δι᾿ αὐτὴν καὶ διὰ τὸ κάλλος ἀθάνατος [*]() ἐγένετο.[*]()

τέλος Ἀγησιδάμου. [*]()