Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
e. εἰς τὸ γῆρας ἤδη ἐληλυθότι, καθ᾿ ὃν καιρὸν οὐκ ἔστιν οἷος ἄλλο γεννῆσαι.
[*]()a. τοὔμπαλιν: εἰς τὸ ἐναντίον τῆς νεότητος.
b. τουτέστι γεγηρακώς.
c. θερμαίνει: ὁ γεννηθεὶς τοῦ πατρὸς θάλπει τὸν νοῦν.
[*]()a. ἐπεῖ πλοῦτος: τοῦτο ἐν τῷ καθόλου λέγει· ἐπεὶ πλοῦτος ὁ ἐπακτὸν λαχὼν ποιμένα τὸν διαδεξάμενον τῷ καταλιπόντι καὶ ἀποθνήσκοντι στυγερός ἐστιν. διὰ δὲ τούτου σημαίνει ὅτι ἐάν τις ἔχων πλοῦτον ἄτεκνος ἀποθνήσκῃ διάδοχον μὴ καταλιπὼν, ἐπώδυνος αὐτῷ γίνεται. [*]()
b. ἄλλως· τὸν μὴ κατὰ γένος διάδοχον· παρὰ τὸ Ὁμηρικόν (Ε 158)· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέονται. τὸ δὲ
1.339
θνᾴσκοντι κοινῶς πρὸς ἀμφότερα· ἀλλότριον θνήσκοντι, καὶ στυγερώτατος θνήσκοντι. πάνυ γὰρ ἀλγοῦσιν οἱ τοῖς μὴ προσήκουσι διαδόχοις χρώμενοι.[*]()