Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ὥσπερ οὖν, φησι, [*]() λυπηρόν ἐστι τῷ τελευτῶντι ἀλλοτρίῳ τινι χρήσασθαι κληρονόμῳ, οὕτως ἀλγεινόν ἐστι καὶ ὅταν κάλλιστα μὲν εἴη διαπεπραγμένος τις, ἄνευ δὲ ἐπαίνου, καταλύσῃ τὸν βίον, ὦ Ἀγησίδαμε, κενῶς μοχθήσας, ὡς μηδὲ βραχύ τι τερπνὸν καὶ ἡδὺ ἀποκερδάναι ἐκ τῶν πόνων.[*]()

καὶ ὅταν καλὰ [μὲν] ἔρξαις: καὶ ὅταν καλά [*]() τις ἐπιτελέσας ἔργα δίχα καὶ χωρὶς ἀοιδῆς ἀποθάνῃ ἀκλεὴς, τῷ μόχθῳ βραχὺ δέδωκε τερπνὸν, τουτέστι βραχὺ ἐτέρφθη παραχρῆμα, οὐκέτι δὲ τελευτήσαντος αὐτοῦ μέμνηταί τις.[*]()

Ἀίδα σταθμόν: τὸν οἶκον. ἢ τὸν Ἅιδην, περιφραστικῶς.[*]()

τὸ κενεὰ πνεύσας ἀντὶ τοῦ ματαίως μοχθήσας.[*]()

a. τερπνόν: βραχὺ τυγχάνει παρ᾿ αὐτὴν τὴν νίκην.[*]()

b. βραχύ τι τερπνόν ἀντὶ τοῦ οὐδέν. οὐδὲ ὀλίγον. [*]() οὐδὲ τὸ ἐλάχιστον.[*]()