Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. κεχρονικέναι μέν φησι καὶ ἐν [*]() ἀρχῇ λέγων ὁ Πίνδαρος ὅτι διέστηκεν ἀπὸ τῆς ὁμολογίας πρὶν γραφῆναι τὸ ποίημα· καὶ νῦν ἀπὸ τῆς Δίρκης (σημαίνων ἐν Θήβαις) φησὶ μετὰ πολὺν χρόνον πεφηνέναι τὰ μέλη καὶ τὰ ποιήματα, ὡς ἐν Θήβαις γεγραφὼς [τὰ μέλη καὶ τὰ ποιήματα, ἤτοι] τὸν ἐπίνικον, μετὰ πολὺν τῆς ὁμολογίας τῆς περὶ τοῦ γράφειν χρόνον.
a. ἀλλ᾿ ὥστε παῖς ἐξ ἀλόχου: γνησίας γυναικὸς [*]() καὶ οὐ παλλακίδος.
b. ὁ δὲ νοῦς· ἀλλ᾿ οὕτως ἐστὶ γλυκὺς [*]() ὁ ἐπίνικος τῷ λαβόντι ὥσπερ παῖς | πατρὶ γεννηθεὶς ἤδη [*]()
c. ὁ δὲ νοῦς· οὕτω δέ σοι ποθεινὰ καὶ ἡδέα ἔσται, ὥσπερ τις γνήσιος παῖς ἐκ νομίμης γυναικὸς [*]() πατρὶ | ποθεινὸς ὁρᾶται εἰς τὸ ἀνάπαλιν τῆς νεότητος ἐλθόντι· [*]() τουτέστι, γηράσαντι. | πάνυ τε τοῦ ἑαυτοῦ πατρὸς τὸν νοῦν ἐκπυροῖ πρὸς τὸν πόθον κεχαρισμένος φαινόμενος. διατί δὲ ὁ παῖς ποθεινός ἐστι γηρῶντι; ἐπειδή, φησιν, ἡ περιουσία καὶ ὁ πλοῦτος ἄρχοντα καὶ δεσπότην ἑαυτοῦ λαχὼν ἀλλότριον τοῦ γένους καὶ ἔξωθέν τινα ἐπαχθέντα [*]() λυπηρότατός ἐστι τῷ ἀποθνήσκοντι.
d. τὸ δὲ ἵκοντι νεότατος, εἰς τὸ ἔμπαλιν τῆς νεότητος, τὸ γῆρας.