Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἔχει δ᾿ ἀπάλαμνον βίον: ἀπάλαμνον τὸν δεινὸν, [*]() πρὸς ὃς οὐκ ἔστι παλαμήσασθαι.

b. περὶ οὗ οὐδεὶς δύναται χεῖρα αὐτῷ ἐπαγαγεῖν βοηθόν.[*]()

ἐμπεδόμοχθον: διηνεκῶς μοχθηρόν. ἠσφαλισμένον [*]() τῷ μόχθῳ καὶ τῇ λύπῃ.[*]()

1.40

[*]()a. μετὰ τριῶν τέταρτον: ἢ ὅτι ἐν Ἅιδου μετὰ τριῶν τετάρτος κολάζεται, Σισύφου, Τιτυοῦ, Ἰξίονος.

b. ἢ ὅτι μετὰ τριῶν, τοῦ πεινῆν, διψῆν, ἑστάναι, τέταρτον πόνον [*]() ἔχει τοῦτον, τὸ τῷ λίθῳ κολάζεσθαι.

c. ἢ μετὰ τριῶν κατὰ ἕνα· ἔστι δὲ τὸ περὶ σῶμα, περὶ ψυχὴν, περὶ τὰ [*]() ἐκτός.

d. ἢ μετὰ τριῶν κολάζεται, οἷς μετέδωκε τοῦ νέκταρος [*]() καὶ ἐξεῖπε τὰ μυστήρια τῶν θεῶν. | ὁ οὖν Εὐριπίδης φησίν (l. c.)·

ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.

e. ἢ ὅτι τριῶν οὐσῶν πρὸ τούτου βασάνων δι᾿ ὧν τις ἀπώλλυτο, βρόχου, κωνείου, βαράθρου, οὗτος μετὰ τὸ ἀποθανεῖν καὶ διελθεῖν τὰ τρία διὰ τοῦ θανάτου, καὶ ἐν Ἅιδου κρίνεται.

f. ἔνιοι δὲ ὅτι τρία λέγεται καὶ κοινῶς τὰ πρὸς τὸν θάνατον συνεργοῦντα, ξίφος, ἀγχόνη, κρημνός· Σοφοκλῆς (fr. 822)·

λύσω γὰρ εἰ καὶ τῶν τριῶν ἓν οἴσομαι.
τέταρτον οὖν τοῦτον μετὰ τῶν τριῶν ὁ Τάνταλος τῶν εἰς τὸν θάνατον συνεργούντων προσείληφε πόνον τὸν τοῦ ὑπερκειμένου λίθου.[*]()

[*]()g. ἢ ὅτι τριῶν μερίδων οὐσῶν κατὰ τῆς ἀνθρωπίνης

1.41
φύσεως κατὰ τοὺς ποιητὰς, καὶ τοῖς μὲν εὐδαίμοσι μίαν ἕπεσθαι ἀγαθὴν, δύο δὲ κακὰς, τοῖς δὲ δυσδαίμοσι τὰς τρεῖς φαύλας· ὅθεν καὶ τρισκακοδαίμονας καὶ τρισαθλίους ἐν τῷ βίῳ τινὰς λέγεσθαι· ἵν᾿ ᾖ οὖν ὁ νοῦς οὕτως, ὅτι δὴ ὁ Τάνταλος καὶ μετὰ τὰς τρεῖς ταύτας δυστυχίας ἃς ὑπέστη κατὰ τὸν ἀνθρώπινον βίον, ἐξ ἀνθρώπων γεγονὼς, καὶ τετάρτην ὑφίσταται. καὶ ὅτι | ἡ τοιαύτη γνώμη ἀσφαλής [*]() ἐστι, μαρτυρεῖ ἡμῖν καὶ αὐτὸς ὁ Πίνδαρος ἐν ἑτέροις λέγων (P. III 81)· οἶσθα προτέρων ὅτι ἓν παρ᾿ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι. [ἐν Πυθιονίκαις.][*]()

a. τοὔνεκά οἱ προῆκαν: τοὔνεκά [οἱ] ἀντὶ τοῦ [*]() οὕνεκα, ὥστε ἴσον εἶναι τῷ διὸ δή.

b. ἀνήρπαστο μὲν ὑπὸ Ποσειδῶνος, τῷ δὲ τὸν Τάνταλον κλέψαι ταῦτα, τούτου χάριν ἐξέβαλον τὸν υἱὸν εἰς τὸ τῶν θνητῶν γένος· | ἡ γὰρ μετά ἀντὶ τῆς εἰς.

c. τουτέστι διὰ τοῦτο τὸν Πέλοπα [*]() πάλιν οἱ θεοὶ ἐξ οὐρανοῦ μετέστησαν εἰς ἀνθρώπους Ταντάλου δυσσεβήσαντος.[*]()

d. τοὔνεκά οἱ: δαιμονίως τὴν ἱστορίαν μετεχειρίσατο, [*]()καί φησιν ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Ταντάλου οἱ θεοὶ πάλιν ἐξ οὐρανοῦ τὸν Πέλοπα ἀπέστειλαν εἰς ἀνθρώπους, αὐτάρκη εἶναι ταύτην ἡγούμενοι τῷ Πέλοπι τιμωρίαν. | καὶ ὅτι πρὸς τοῦτο ὁ λόγος, ἐξαρκέσει τὸ ἐπὶ τῶν[*]()

1.42
ἀνθρώπων ἐπίθετον, τῆς δυστυχίας τὸ ἀκρότατον ἐμφανίζον.[*]()

[*]()ἀθάνατοι πάλιν: εἰς τοὐπίσω. εἰς τὴν ἐξ ἀρχῆς πάλιν τῶν ἀνθρώπων ταλαιπωρίαν.[*]()

[*]()a. πρὸς εὐάνθεμον δ᾿ ὅτε φυάν: τὸ τῆς ἀκμῆς ἀνθηρὸν λέγει.

b. ὁ δὲ λόγος· πρὸς τὴν ἀνθηρὰν ἐλθόντι αὐτῷ ἡλικίαν, ὅτε καὶ αἱ τρίχες αὐτοῦ ἔστεφον τὸ γένειον· ἀντὶ τοῦ ὅτε ἠνδρώθη καὶ τέλειος γέγονεν.[*]()

[*]()c. ὅτε φυὰν λάχναι νιν: ὅτε αἱ τρίχες αὐτοῦ τὸ γένειον ἐστεφάνουν μελαίνουσαι· ὅ ἐστιν ὅτε ἤρχετο γενειᾶν ὁ Πέλοψ.[*]()

[*]()a. μέλαν δὲ, τὸ μελανθησόμενον ὑπὸ τῆς λάχνης.

[*]()b. (ἔρεφον:) ἐστεφάνουν.

[*]()a. ἑτοῖμον ἀνεφρόντισε γάμον: ἑτοῖμον, ἐπεὶ πᾶσι παρέκειτο· ἆθλον γὰρ ἦν τῷ νικῶντι.[*]()[*]()

b. ἢ ὃν αὐτὸς ἑαυτῷ ἡτοίμασεν. |

c. ἢ τὸν ὑπὸ τῶν Μοιρῶν αὐτῷ ἡτοιμασμένον.

d. ἢ τὸν τοῖς ᾑρημένοις [*]() κινδυνεύειν ἐκκείμενον.

e. ἀνεφρόντισε δὲ, ἐπεὶ ἠθέλησε γῆμαι τὴν Οἰνομάου Ἱπποδάμειαν.[*]()

f. ἄλλως· τὸν πᾶσιν ἀδεῶς τοῖς βουλομένοις κινδυνεύειν [*]() ἐκκείμενον.[*]()

g. ἢ τὸν παρὰ τῶν Μοιρῶν ἡτοιμασμένον αὐτῷ.[*]()

1.43

Πισάτα παρὰ πατρός: τοῦ Οἰνομάου τῆς [*]() Πίσης βασιλεύοντος.[*]()