Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἔννεπε κρυφᾷ τις αὐτίκα: ἕνα φησὶ τῶν [*]() γειτόνων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρεουργήθη.[*]()

b. κρυφᾶ: Δωρικῶς ἀντὶ τοῦ κρύφα.

c. ἁρπαγῆναι [*]() δέ φησι Πέλοπα ὑπὸ Ποσειδῶνος, εἶτα ἕνα τῶν γειτόνων φθονοῦντα διασκευάσαι τοῦτον τὸν μῦθον, ὅτι ἐκρεουργήθη.

a. ὕδατος ὅτι σε πυρὶ ζέοισαν: τουτέστιν εἰς [*]() ὕδωρ ἀκμαίως ζέον, εἰς θερμὸν, κατὰ μέλη τεμόντες ἐμβεβλήκασι, καὶ τὸ τελευταῖον ἐν ταῖς τραπέζαις παραθέντες καὶ μερίδας ποιήσαντες βεβρώκασιν.

b. ἄλλως· ζέοισαν ἀκμάν, τὴν ζέσιν τοῦ ὕδατος· [*]() ἐπεὶ τὴν αὐτὴν ἔχει δύναμιν τῷ σιδήρῳ τὸ πῦρ.[*]()

μαχαίρᾳ τάμον: οἱ Ταντάλου δορυφόροι ἔταμον [*]() τῇ μαχαίρᾳ, καὶ μέρος ἑκάστῳ τῶν θεῶν μέλος ἀποδιδόντες, ἐν τῇ τραπέζῃ τὰ δεύτερα μέλη ἔθηκαν καὶ ἔφαγον.

a.δεύτατα: δεύτατα ὄντα τοῦ σώματος·

1.36
τουτέστι [*]()μετὰ τὸ σῶμα μέλη δεύτερα ἔθηκαν, χεῖρας καὶ πόδας καὶ τὴν κεφαλήν.

[*]()b. ἄλλως· δεύτατα, ἢ τὰ ἔσχατα, ἢ τὰ βεβρεγμένα τῷ αἵματι.[*]()

[*]()a. ἀφίσταμαι: μακρὰν καὶ πόρρω γίνομαι τοῦ τοιαῦτα περὶ θεῶν λέγειν.[*]()

[*]()b. ἀκέρδεια λέλογχε θαμινὰ κακᾱγόρος: τοὺς κακηγόρους ἀκέρδεια καὶ βλάβη ἐκλήρωσεν. ἀκέρδεια δέ ἐστιν ἡ [*]() κακηγορία καὶ βλάβη, ἣ τοὺς κακηγόρους περιέχει.

c. τοῦ δὲ κακᾱγόρος Δωρικὴ ἡ ἀνάγνωσις· ἀεὶ γὰρ ἡ αἰτιατικὴ παρ᾿ αὐτοῖς κατὰ ἀφαίρεσιν τοῦ ῡ προφέρεται διὰ μόνου τοῦ ο. [*]()

d. κακηγόρους δὲ λέγει τοὺς ἀσεβεῖς καὶ βλασφήμους.[*]()

e. ὁ δὲ νοῦς· ἀκέρδεια εἴληχε πυκνῶς τοὺς κακηγόρους· ὅ ἐστιν, οἱ κακήγοροι τῶν ἀνθρώπων πυκνῶς ἐν ἀκερδείᾳ εἰσίν.

f. ἢ οὕτως· οἱ κακήγοροι οὐδὲν λελόγχασιν ἢ ἀκέρδειαν· οἷον οὐδὲν κερδαίνουσι κακηγοροῦντες. [*]()

g. τινὲς δὲ τῇ ἐκλείψει τοῦ ῡ ἐχρήσαντο.[*]()

[*]()εἰ δὲ δή τινα: εἰ δὲ δή τινα ἄνδρα ἄλλον οἱ θεοὶ ἐτίμησαν, καὶ μάλιστα τὸν Τάνταλον.

[*]()a. ἀλλὰ γὰρ καταπέψαι: κατασχεῖν καὶ ἐναπολαῦσαι τῇ εὐτυχίᾳ.

b. ἀλλ᾿ εὐδαιμονῶν καρτερεῖν οὐκ ἠδυνήθη.[*]()

[*]()a. κόρῳ δ᾿ ἕλεν ἄταν ὑπέροπλον: διὰ δὲ τὸν κόρον μεγάλως ἐβλάβη λίθῳ παλαίσας.

b. ἄλλως· κόρῳ

1.37
τῇ ὕβρει καὶ τῇ ἀλαζονείᾳ. ὑγιῶς δὲ τῇ τροπῇ διόλου ἐχρήσατο, τῷ καταπέψαι τὸν κόρον ἐφαρμόσας.

c. διὰ γὰρ τοῦ κόρου, φησὶ, προσείληφε τὴν ἄτην, ἀδυνατήσας κατασχεῖν τὴν εὐδαιμονίαν.

d. τίκτει τοι κόρος ὕβριν (paroem. I, 308. II, 218).[*]()

e. ἔνιοι δὲ κόρῳ, τῇ πλησμονῇ τῆς τροφῆς.[*]()[*]()

a. περὶ τῆς τοῦ Ταντάλου κολάσεως ἕτεροι ἑτέρως [*]()λέγουσιν· οἱ μὲν γὰρ αὐτόν φασιν ὑποκεῖσθαι Σιπύλῳ τῷ Λυδίας ὄρει, αἰτίαν τινὰ προστιθέντες, ὡς Πανδάρεως ὁ Μιλήσιος ἀποκλέψας τὸν κύνα τῆς Κρήτης, ὃν ὁ Ζεὺς φύλακα τοῦ ἱεροῦ κατέστησε, παρατεθειμένος εἴη τῷ Ταντάλῳ. τὸν δὲ Δία ἀποστεῖλαι Ἑρμῆν πειρώμενον τοῦ ὑποδεξαμένου· τὸν δὲ μᾶλλον ψευδόμενον καὶ ἑλέσθαι ἐπιορκῆσαι, ὡς οὐκ ὄντος παρ᾿ αὐτῷ τοῦ κυνός· παὶ οὕτω τὸν Δία ἐπιθεῖναι κατ᾿ αὐτοῦ Σίπυλον τὸ ὄρος, ὅπερ ἐστὶ τὸν λίθον. οἱ δὲ, ὧν ἐστι καὶ Εὐριπίδης (Or. 10)·

ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
Ὅμηρος δὲ αὐτὸν ἑτέρως ὑποτίθεται τιμωρεῖσθαι (λ 582)·
ἑσταότ᾿ ἐν λίμνῃ, ἡ δὲ προσέπλαζε γενείῳ· στεῦτο δὲ διψάων, πιέειν δ᾿ οὐκ εἶχεν ἑλέσθαι,
καὶ τὰ ἑξῆς· πλὴν εἰ μὴ κατὰ τὸν Ἀρίσταρχον νόθα εἰσὶ τὰ ἔπη ταῦτα. καὶ Ἀλκαῖος δὲ αὶ Ἀλκμὰν λίθον
1.38
φασὶν [*]() ἐπαιωρεῖσθαι τῷ Ταντάλῳ (Alcae. fr. 93)· | κεῖσθαι πὰρ κεφαλᾶς μέγας, ὦ Αἰσιμίδα, λίθος· ὁ δὲ Ἀλκμάν (fr. 87)· ὅπως ἀνὴρ δ᾿ ἐν ἀσμένοισιν ἀλιτηρὸς ἧστ᾿ ἐπὶ θάκας κατὰ [*]() πέτρας ὁρέων μὲν οὐδὲν, δοκέων δέ. | ἐπέστησε δὲ καὶ Ἀρχίλοχος (fr. 53)· μηδ᾿ ὁ Ταντάλου λίθος τῆσδ᾿ ὑπὲρ νήσου κρεμάσθω. ἔνιοι δὲ ἀκούουσι τὸν πέτρον ἐπὶ τοῦ ἡλίου· τὸν γὰρ Τάνταλον φυσιολόγον γενόμενον καὶ μύδρον ἀποφήναντα τὸν ἥλιον ἐπὶ τούτῳ δίκας ὑποσχεῖν, ὥστε καὶ ἐπαιωρεῖσθαι αὐτῷ τὸν ἥλιον, ὑφ᾿ οὗ δειματοῦσθαι καὶ καταπτήσσειν. περὶ δὲ τοῦ ἡλίου οἱ φυσικοί φασιν ὡς λίθος καλεῖται ὁ ἥλιος· καὶ Ἀναξαγόρου δὲ γενόμενον τὸν Εὐριπίδην μαθητὴν πέτρον εἰρηκέναι τὸν ἥλιον διὰ τῶν προεκκειμένων (Or. 4)·
ὁ γὰρ μακάριος, κοὐκ ὀνειδίζω τύχας, Διὸς πεφυκὼς, ὡς λέγουσι, Τάνταλος κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην.
καὶ πάλιν δι᾿ ἄλλων βῶλον λέγοντα οὕτως (Or. 982)·
μόλοιμι τὰν οὐρανοῦ μέσον χθονὸς τεταμέναν αἰωρήμασι πέτραν
1.39
ἁλύσεσι χρυσέαις φερομέναν δίναισι βῶλον ἐξ Ὀλύμπου, ἵν᾿ ἐν θρήνοισιν ἀναβοάσω γέροντι πατρὶ Ταντάλῳ.[*]()

b. τάν οἱ πατὴρ: τὴν ἄτην, φησὶν, ἐπεκρέμασεν [*]() αὐτῷ. ἄτην δὲ εἶπε τὸν λίθον, ὃς ἦν ἄτη· δὶς δὲ παρείληφε τὴν ἀντωνυμίαν· τὸ γὰρ οἱ ἰσοδυναμεῖ τῷ αὐτῷ.

c. ἄλλως· δι᾿ ἥντινα ἄτην ὁ Ζεὺς ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ λίθον ἐπήρτησεν· ὥστε τῇ προσδοκίᾳ τοῦ καταπίπτειν τὸν λίθον ἐφ᾿ ἑαυτὸν τιμωρεῖσθαι αὐτόν· ὅντινα ἐπηρτημένον λίθον ἐπιθυμῶν ἑαυτοῦ ἐκ τῆς κεφαλῆς ἀπώσασθαι καὶ μὴ δυνάμενος, εὐφροσύνης πλανᾶται, ἀντὶ τοῦ ἔξω τῆς εὐφροσύνης ἐστίν.

d. ἄλλως· τάν οἱ πατήρ: ἐπικρέμαται αὐτῷ λίθος· [*]() εἶτα τοῦτο μενοινῶν καὶ κατὰ ψυχὴν ἔχων, ὡς ἐπιπεσὼν ὁ λίθος διαφθερεῖ αὐτὸν, τῆς εὐφροσύνης ἀλᾶται, | προσδοκῶν [*]() ἀεὶ τὴν κεφαλὴν αὐτοῦ βληθήσεσθαι.[*]()