Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

εὔδοξον: ἤτοι τὴν ἔνδοξον· ἢ τὴν συνετὴν, [*]() ἀπὸ τοῦ εὖ δοξάζειν.[*]()

ἐγγὺς δ᾿ ἐλθών: ἀντὶ τοῦ τὲ τὸν δέ παρέλαβεν. [*]()

ἐν ὄρφνᾳ: ἐν νυκτί.

a. ἄπυεν: ἐφώνει. προσεκαλεῖτο. τουτέστιν ηὔξατο [*]() τῷ Ποσειδῶνι ὁ Πέλοψ.[*]()

b. βαρύκτυπον δὲ εἶπε [*]() τὸν Ποσειδῶνα ἀπὸ τοῦ κτύπου τῆς θαλάσσης.[*]()

a. ὁ δ᾿ αὐτῷ παρὰ ποδὶ σχεδὸν φάνη: τὸ ἕτοιμον [*]() τῆς τοῦ θεοῦ ἀκοῆς δεδήλωκεν.[*]()

b. εἴποιμεν [*]() δ᾿ ἂν αὐτὸν προσκαλεῖσθαι τὸν Ποσειδῶνα ἤτοι ὡς ἐραστὴν ἢ ὡς τῆς ἱππικῆς προεστῶτα καὶ δυνατῶς ἔχοντα τέχνῃ πρὸς τὸν ἆθλον συμβαλέσθαι.[*]()

σχεδὸν φάνη: οὐ τοπικῶς τὸ σχεδὸν, ἀλλὰ τοπικῶς [*]() πρὸς τὴν φωνὴν ἀκούσας τοῦ Πέλοπος.[*]()

a. τῷ μὲν εἶπεν: ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ [*]() ἀνταποδίδοται πρὸς αὐτό· ὁ μὲν εἶπεν, ὁ δὲ ἤκουσεν.

b. φίλια δὲ δῶρα Κυπρίας, τὰ προσφιλῆ δῶρα τῆς Ἀφροδίτης εἰ εἰς χάριν τινὰ γίνεται· ἀντὶ τοῦ εἰ χάρις ἐραστοῦ πρὸς ἐρώμενον.

c. ἢ Κυπρίας, τοῦ γάμου, ἵν᾿

1.44
ᾖ· εἴ τίς σοι χάρις ἐστὶ τοῦ ἐμὲ γῆμαι, σύμπραξον ἡμῖν.

d. ἄλλως· εἴ σοι κεχαρισμένος ἐστὶ τῆς Ἱπποδαμείας . . . . . καὶ εἰ μὴ μέλλεις ἐναντιοῦσθαι τῷ ἔρωτι τῷ πρὸς τὴν Ἱπποδάμειαν. [*]() ταύτην γὰρ φίλια δῶρα Ἀφροδίτης εἶπεν.

e. ὁ νοῦς· εἰ τὰ τῆς Ἀφροδίτης δῶρα εἰς χάριν γίνεται, ἅγε τὸ τοῦ Οἰνομάου δόρυ πέδασον.

[*]()a. (τέλλεται:) ὑπάρχει.

[*]()b. πέδασον ἔγχος: κάτασχε. ἐμπόδισον τὸ τοῦ [*]() Οἰνομάου δόρυ. | δόρυ γὰρ μεταχειριζόμενος ἐπεδίωκε προηγουμένους τοὺς μνηστῆρας καὶ συμποδίσας ἀνῄρει. [*]() | ὥς που καὶ Ἀπολλώνιος μαρτυρεῖ (I, 752)·

Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντε, καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε τινάσσων ἡνία· σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ᾿ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπώς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πίπτεν ἐπεσσυμένος Πελοπήια νῶτα δαΐξαι.[*]()

1.45

c. πέδασον ἔγχος: Ἀμμώνιος ἔγχος Οἰνομάου τὸ [*]() ἅρμα ἤκουσεν.[*]()

a. ἐς Ἆλιν: εἰς Ὀλυμπίαν· ὅτι τὸ χωρίον τῆς Ἤλιδος.[*]()[*]()

b. κράτει δέ πέλασον: τῇ νίκῃ δὲ πέλασον, ἵνα [*]() κρατήσω αὐτοῦ.[*]()