Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἃ τέκε λαγέτας ἓξ: ἥτις Ἱπποδάμεια. [*]()

1.48

b. λαγέτας, ἡγεμόνας. τῶν λαῶν ἡγουμένους.

c. λέγει δὲ Ἀτρέα· Θυέστην· Πιτθέα· Ἀλκάθουν· Πλεισθένην· Χρύσιππον.

d. ἄλλως· Ἀτρεύς· Θυέστης· Ἀλπάθους· Ἵππαλκμος· Πιτθεύς· Δίας· ἢ Χρύσιππος, ἐξ Ἀξιόχης νύμφης· καὶ Πλεισθένης, ἐξ ἄλλης.

e. τινὲς δὲ οὕτως· Ἀτρέα· Θυέστην· Ἵππαλκμον· Πλεισθένην· Πιτθέα· Πέλοπα τὸν νεώτερον.[*]()

[*]()f. (λαγέτας:) ἡγεμόνας.

[*]()ἀρεταῖσι μεμαότας: ἐπιθυμοῦντας τῆς ἀρετῆς καὶ ταύτης ἀντεχομένους.[*]()

[*]()a. νῦν δ᾿ ἐν αἱμακουρίαις: Βοιωτικὴ ἡ φωνή. Βοιωτοὶ γὰρ αἱμακουρίας τὰ τῶν νεκρῶν ἐναγίσματα λέγουσιν.

b. ὁ δὲ νοῦς· ἐπὶ δὲ τοῦ παρόντος ὁ Πέλοψ ἐναγισμοῖς καὶ θυσίαις τελευτήσας τιμᾶται παρὰ τοῖς τοῦ Ἀλφειοῦ ῥεύμασι περισημότατον ἔχων μνῆμα παρὰ τῷ πολυξένῳ βωμῷ.

c. περιφραστικῶς οὖν ταῦτά φησιν ἀντὶ τοῦ [*]() ἀπέθανεν.[*]()

d. ἄλλως· αἱμακουρίαις: τοῖς μεθ᾿ αἱμάτων γινομένοις ἐναγισμοῖς. κατ᾿ ἐνιαυτὸν δὲ ἐγίνοντο τῷ Πέλοπι, ὡς καὶ τοῖς λοιποῖς. ἡ δὲ ἐτυμολογία ἀπὸ τοῦ κορέννυσθαι τὰς ψυχὰς αἵματος.

[*]()πόρῳ κλιθείς: τῷ ῥεύματι.[*]()

[*]()a. τύμβον ἀμφίπολον ἔχων: τινές φασι μὴ μνῆμα, ἀλλ᾿ ἱερὸν εἶναι τοῦ Πέλοπος, καὶ πρὸ τοῦ Διὸς

1.49
αὐτῷ τοὺς Ἠλείους θύειν, | τοῦ Ἡρακλέους πρώτου κατὰ [*]() τιμὴν τοῦτο πεποιηκότος.

b. ἀμφίπολον δέ τινες τὸν περιπολούμενον, διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει· οἱ γὰρ οἰκισταὶ ἐν μέσαις ταῖς πόλεσιν ἐθάπτοντο ἐξ ἔθους.

c. ἄλλοι δὲ πολούμενον ὑπὸ τῶν ἀγωνιζομένων· ἐν γὰρ τῷ σταδίῳ ἐστὶν αὐτῷ ὁ τάφος.

d. περιπολούμενον, ὡς τῶν ἐπιφοιτώντων διὰ τὸ ἄγαν τῆς κατασκευῆς ἐκπρεπὲς κύκλῳ περιιόντων καὶ θεωμένων.

e. ἔνιοι δὲ ὅτι οἱ δρομεῖς εἰς τὸν [*]() τάφον τοῦ Πέλοπος ἔκαμπτον.

f.ἀμφίπολον: διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει.[*]()

a. πολυξενωτάτῳ παρὰ βωμῷ: ἔνιοι μὲν οὖν [*]() ἐνόησαν, ὅτι πολύξενόν φησι τὸν βωμὸν τὸν παρὰ τῷ τάφῳ τοῦ Πέλοπος ἑστῶτα διὰ τὸ πλῆθος τῶν εἰς τὴν Ὀλυμπίαν στελλομένων ἀγωνιστῶν τε καὶ θεατῶν, καί φασι τὸν ἑστῶτα παρὰ τῷ Πέλοπος τάφῳ βωμὸν Πέλοπος εἶναι, ἔνθα αὐτῷ τὰ ἐναγίσματα γίνεται.

b. οἱ δὲ οὕτως· ὅτι Ἴαμος Ἀπόλλωνος παῖς παρὰ τοῦ πατρὸς τὴν μαντικὴν λαβὼν περὶ τῆς ἱερωσύνης ἔλεγε τοῖς ἐρωτῶσι. διὰ τὸ πλείστους οὖν ξένους τῆς μαντικῆς ἕνεκεν ἀφικνεῖσθαι, πολυξενώτατον εἶπε τὸν βωμόν. | καὶ τοῦτον τὸν βωμὸν Διὸς καὶ Πέλοπος λέγουσιν [*]()

1.50
οἱ ταύτην τὴν ἐξήγησιν ἐκδεξάμενοι.

c. ἐπεὶ πολλοὶ ξένοι εἰσρέουσιν εἰς τὸν Ὀλυμπιακὸν ἀγῶνα· βωμὸς γὰρ ἐν Πίσῃ, ἐφ᾿ ὃν θύουσι πάντες οἱ ξένοι.

[*]()a. τὸ δὲ κλέος τηλόθεν δέδορκεν: ὁ νοῦς· τὸ δὲ τῆς Ὀλυμπίας κλέος ἄνωθεν ἀπὸ τῆς τοῦ Πέλοπος οἰκήσεως ὁρᾶται· ὡς ἐκείνου τὸ τέλειον τῷ Ὀλυμπιακῷ ἀγῶνι περιθέντος.

b. τὸ τηλόθεν χρονικῶς ἀκουστέον.

c. τὸ [*]() δὲ δέδορκεν, ἀντὶ παθητικοῦ τοῦ δέρκεται· | ἵν᾿ ᾖ, ὁρᾶται.

d. τουτέστι πανταχῆ βλέπεται καὶ ὁρᾶται ὁ Ὀλυμπιακὸς ἀγών. ἰδίως δὲ τὸ δέδορκεν ἐξενήνοχεν ἀντὶ παθητικοῦ τοῦ βλέπεται.

e. ὅτι μακρόθεν ὁρᾶται τὸ κλέος καὶ εἰς δεῖξιν [*]()πίπτει.

f. ἄλλως· τηλόθεν δέδορκε: τουτέστι πανταχῆ [*]() βλέπεται καὶ βοᾶται ὁ Ὀλυμπιακὸς ἀγών. | τὸ γὰρ δέδορκεν, ἀντὶ παθητικοῦ τοῦ βλέπεται.

[*]()a. ἵνα ταχυτὰς ποδῶν: πρῶτον γὰρ εὑρέθη δρόμου τὸ ἄσκημα, καὶ ἡ πρώτη θέσις τῶν Ὀλυμπίων δρόμου ἦν τὸ σχῆμα.

[*]()b. ταχυτὰς ποδῶν ἐρίζεται ἀκμαί τ᾿ ἰσχύος: [*]() ἀπὸ κοινοῦ τὸ ἐρίζεται.

c. ὁ δὲ νοῦς· ἔνθα πρὸς ἀλλήλας ἐρίζουσι καὶ φιλονεικοῦσιν αἱ τῶν ἀκμαίων ἰσχύες, αἳ γενναίως πρὸς τοὺς πόνους χωροῦσι.

d. τὸ δὲ ἀκόλουθον, αἱ ἀκμαῖαι ἰσχύες.

e. ἀντὶ τοῦ, ἔνθα γίνονται καὶ δρόμοι

1.51
καὶ πάλαι | καὶ παγκράτια καὶ πυγμαί· τοῦτο γάρ ἐστι [*]() τὸ θρασύπονοι ἀκμαὶ ἰσχύος.

a. ὁ νικῶν δὲ: ἐξωθεν ἀκουστέον τὸν Ὀλυμπιακὸν [*]()ἀγῶνα.

b. ὁ νικῶν εὔδιον καὶ ἡδὺν τὸν λοιπὸν ἔχει βίον· ὡς τοῦ τέλους τῶν ἀγωνισμάτων ἐν τῷ Ὀλυμπιακῷ ὄντος | ἀγῶνι, καὶ τοῦ νικήσαντος ἔχοντος τὸ τέλειον τῆς [*]() δόξης.

c. ἄλλως· ὁ νικῶν δὲ τὸν λοιπὸν αὐτοῦ βίον [*]() διάγει ἐν τῇ γῇ μέλι ῥεούσῃ.

d.μελιτόεσσαν εὐδίαν: ἀντὶ τοῦ, [ἔχει] ἡδεῖαν ἀνάπαυσιν.

e. ἄλλως· ἀμφίβολον πότερον ὁ νικῶν τὰ Ὀλύμπια εἰς τὸν μετὰ ταῦτα χρόνον ἐν εὐδίᾳ ἐστὶν ἕνεκα τῶν ἄθλων· οἷον, ἕνεκα τοῦ νικῆσαι τὰ Ὀλύμπια ἐν εὐθυμίᾳ ἐστὶ, πολλάκις μέντοι εἴωθε δι᾿ ἑτέρας συμφορὰς λυπεῖσθαι· ἢ οὕτως· ὁ νικήσας τὰ Ὀ|λύμπια [*]() ἕνεκα τῶν ἄλλων ἄθλων ἐν εὐδίᾳ ἐστίν· οὐκέτι γὰρ φιλοδοξεῖ οὐδὲ ἐπιθυμεῖ νικῆσαι ἕτερον ἀγῶνα.

f. ἄλλως· ὁ νικῶν ἐν εὐδίᾳ διάγει ἡδόμενος ταῖς νίκαις.