Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

(μελιτόεσσαν εὐδίαν:) ἡδεῖαν ἀνάπαυσιν. [*]()

a. τὸ δ᾿ αἰεὶ παράμερον ἐσλόν: οἱ ἄνθρωποι [*]() τῶν ἔμπροσθεν πεπραγμένων ἀγαθῶν οὐκ εἰώθασι μεμνῆσθαι, ἀλλὰ τὸ παρ᾿ ἡμέραν ἢ καλὸν ἢ κακὸν σκοποῦσιν·

1.52
ἑκάστῳ οὖν, φησι, τῶν ἀνθρώπων τὸ παρ᾿ ἡμέραν γινόμενον [*]() κρίνεται μέγιστον εἶναι.

b. ἄλλως· τὸ διὰ τῶν ἄθλων παραγινόμενον ἀγαθὸν παρ᾿ ἐκείνην τὴν ἡμέραν τὴν ἐνεστῶσαν, ἐν ᾗ τις ἐνίκησεν, ὕπατον δοκεῖ καὶ μέγιστον ἀγαθὸν τῷ τετυχηκότι.

c. ἢ οὕτω· τὸ παρ᾿ ἡμέραν γινόμενον·[*]() τὰ γὰρ ἐνεστῶτα τῶν μελλόντων προκρίνεται.

d. ἄλλως· τὸ δὲ καθ᾿ ἡμέραν καὶ ἀδιαλείπτως παρὸν τοῖς ἀνθρώποις ἀγαθὸν, τοῦτο ἔξοχον καὶ ὑπεράνθρωπον γίνεται [*]() ἀγαθόν.

e. ἢ οὕτω· τὸ δὲ παρὰ τὴν τοῦ στεφάνου ἡμέραν ἀγαθὸν ὕπατον γίνεται παντὶ ἀνθρώπῳ. ἡ δὲ ἡμέρα [*]() καθ᾿ ἥν τις στέφεται τιμιωτάτη ἐστίν.

f. ἄλλως· ἐάν τις πρότερον εὐτυχῇ ἐν τῷ ἄλλῳ βίῳ καὶ πάλιν εὐτυχήσας νικήσῃ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνίκησεν ἐπιλέλησται τῶν [*]() προτέρων εὐτυχημάτων.

g. ἄλλως· τὸ γὰρ κατὰ προαίρεσιν συμβαῖνον ἀγαθὸν ὕπατον καὶ μέγιστον γίνεται παντὶ ἀνθρώπῳ· ὥσπερ καὶ ὁ Ἱέρων ἐπιθυμήσας νίκης ἐνίκησε καὶ ἐγένετο αὐτῷ τοῦτο τὸ παρ᾿ ἡμέραν ἀγαθὸν κατὰ προαίρεσιν τελεσθὲν ὕπατον καὶ μέγιστον.

[*]()a. Αἰοληίδι μολπᾷ: ἤτοι ποικίλῃ· ποικίλα γὰρ τὰ λυρικά· ἢ Θηβαίᾳ· οἱ γὰρ Αἰολεῖς ᾤκησαν τὰς Θήβας.

b. τινὲς δέ φασιν ὅτι ἄνωθεν Αἰολεὺς τὸ γένος ὁ Πίνδαρος· οἱ δὲ ὅτι Αἰολίῳ ῥυθμῷ διὰ τῆς μουσικῆς χρῆται τῶν ποιημάτων.

[*]()a. πέποιθα δὲ ξένον: ἐμαυτῷ. τὸν Ἱέρωνα. ἐμπεριέχοντα καὶ δύο τῶν καλῶν· ὅ ἐστιν, ἀγαθὸν καὶ

1.53
δυνάμενον ὃ βούλεται συντελεῖν. | ἐνίοις γὰρ τὸ ἕτερον[*]() ἠκολούθηκεν, οὐ τὰ δύο.

b. ἄλλως· πεπίστευκα δὲ καὶ πέπεισμαι ἀκριβῶς, μηδένα με ἔτι φίλον τῶν νῦν ἀνθρώπων ἐγκωμιάσαι τοῖς ὕμνοις ἀμφότερα ἔχοντα, καὶ ἐπιστήμονα τὰ κατὰ ψυχὴν καὶ σώματος ἰσχὺν τούτου ἀνδρειότερον· ἅπερ τὰ δύο τῷ Ἱέρωνι πάρεστιν.

c. ἔνιοι δὲ κατὰ τοῦ Πινδάρου αὐτὸ ἀκούουσιν, ὅπερ καὶ μᾶλλον διὰ τὰ ἑξῆς ἐπαγόμενα· ἵν᾿ ᾖ τὸ ἐγκώμιον ἐφ᾿ αὑτῷ κινῶν ὁ Πίνδαρος, καὶ ὁ νοῦς τοιοῦτος· | πιστεύω [*]() δὲ μηδένα ἄλλον ποιητὴν ἐπιστήμονά τε εἶναι καὶ ἀνδρεῖον καὶ οὕτω δύνασθαι τοὺς φίλους ἐγκωμιάζειν ὥσπερ ἐμαυτόν.

d. ἄλλως· πεπίστευκα δὲ ὅτι οὐδένα ὕμνησα [*]() ἀμφότερα ἔχοντα, ἐμπειρίαν τε καλῶν καὶ δύναμιν· ἀναφέρεται δὲ τοῦτο εἰς Ἱέρωνα.

e. ἄλλως· τεθάρρηκά, φησιν, [*]() ὅτι κυρίως ὑμνῶ τὸν εὐδύναμον καὶ φιλάρετον καὶ δίκαιον καὶ γενναῖον.

a. δαιδαλωσέμεν ὕμνων πτυχαῖς: κοσμήσειν. [*]() πτυχαῖς, ταῖς ποιήσεσιν· ἐπεὶ διαιρεῖται εἰς στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδάς.

b. ἄλλως· ὕμνων πτυχαῖς: τοῖς ὕμνοις κατὰ περίφρασιν. | οἰκείως δὲ πρὸς τὸ δαιδαλωσέμεν [*]() καὶ τὸ ποικίλλειν, ὥσπερ ἐπὶ κατασκευάσματος, τὸ πτυχαῖς ἐπήγαγεν.

a. θεὸς ἐπίτροπος: οἱ μὲν, φροντιστὴς τῆς σῆς [*]()

1.54
εὐδαιμονίας, ὦ Ἱέρων, ἀδιάπταιστόν σοι τὴν εὐδαιμονίαν[*]() φυλάττει. οἱ δὲ πάλιν ἐπὶ τοῦ Πινδάρου· | ἐπίτροπος θεὸς ἐπὶ τῷ ἐμῷ τρόπῳ· καὶ λέγει τὴν Μοῦσαν.

b. θεὸς ἐπόπτης καὶ διοικητὴς τεαῖσι μήδεται μερίμναις, κῆδος ἔχων τοῦτο, εἰς τοῦτο σπουδάζων τὸ σοῦ προνοεῖσθαι.

c. ἄλλως· θεὸς ἐπίτροπός σου ὢν ἔχει τε καὶ φυλάσσει τοῦτο[*]() ταῖς σαῖς μερίμναις, τὸ νικᾶν σε.

d. ἢ ὅτι θεὸς ἐπίτροπός σου ὢν τοῦτο ἐργάζεται· τὸ γὰρ μήδεται νῦν τοῦτο[*]() σημαίνει.

e. ταῖς τεαῖσι μερίμναις: ἔμπειρόν τε εἶναι καὶ δυνατὸν τῶν καλῶν καὶ δραστήριον.

[*]()γράφεται καὶ κῦδος ἔχων ἀντὶ τοῦ συνέχων τοῦτο κῦδος.

[*]()a. εἰ δὲ μὴ ταχὺ λίποι: εἰ δὲ μὴ ταχέως με ἐπιλίποι[*]() ἡ Μοῦσα· | καὶ φανερώτερον τὸν λόγον ἐφ᾿ ἑαυτοῦ τίθησι Πίνδαρος. οὐκ ἦν γὰρ προσῆκον περὶ τοῦ ἐγκωμιαζομένου λέγειν, ἐὰν μή σε ἐπιλίποι ἡ εὐδαιμονία, ἀλλὰ μετριώτερον ἔστιν αὐτὸ λαμβάνειν, ἐὰν ἐπὶ τοῦ Πινδάρου [*]() ἀκούωμεν· ἐὰν οὖν, φησι, μή με ἐπιλίποι ἡ Μοῦσα, | δυνήσομαί σοι καὶ αὖθις τεθρίππῳ νικήσαντι γλυκερώτερον καὶ ἡδύτερον ὕμνον γράψαι καὶ ἐγκωμιάσαι σε, βοηθὸν τῶν ἐμαυτοῦ ποιημάτων εὑρίσκων τὴν σὴν νίκην· σοῦ γὰρ νικήσαντος ἔσται μοι πρόφασις καὶ ὁδὸς ἀφ᾿ ἦς με δεῖ ἐγκωμιάσαι.

[*]()b. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι: ἔνιοι οὕτως συνέθηκαν τὸν λόγον· ἐὰν μή με ὁ βίος ταχέως ἐπιλείψῃ,

1.55
ἀντὶ τοῦ, ἐὰν μὴ τελευτήσω, ἀλλὰ ζῶ, σὺν τῷ ταχεῖ τεθρίππῳ παραγεγονὼς εἰς τὸν εὐδείελον Κρόνιον, τουτέστι τὴν Ὀλυμπίαν, ἐλπίζω γλυκυτέραν σοι καὶ ἡδίω τῆς νῦν ἆσαι ᾠδὴν, ὁδὸν καὶ πρόφασιν τῶν λόγων μου τὴν σὴν εὑρίσκων νίκην.

c. τὸ δὲ σὺν ἅρματι παραγεγονὼς, οἱονεὶ σοῦ τεθρίππῳ [*]() νικήσαντος ἐν τῇ Ὀλυμπίᾳ καὶ ἐμοῦ ἐπὶ τῇ τοιαύτῃ νίκῃ γράφοντός σοι τὸν ὕμνον.

d. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι, [*]() ἔλπομαι πρὸς εὐδείελον ἐλθὼν Κρόνιον καὶ ἐπίκουρον εὑρὼν λόγων ὁδὸν, ἔτι γλυκυτέραν σὺν ἅρματι θοῷ κλεΐξαι σου τὴν νίκην, ὦ Ἱέρων.

e. ἄλλως· εἰ δὲ μὴ ταχὺ λίποι ὁ αἰὼν, ὦ Ἱέρων, καὶ ἅρματί σε νικήσαντα ἐλπίζω ὑμνήσειν. f. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι· εἰ δὲ μὴ ταχὺ [*]() λίποι ὁ ἐπίτροπός σου δαίμων, ἔλπομαι ἐπίκουρον εὑρὼν ὁδὸν λόγων, ποιήσειν ἐγκώμιον βοηθῶν σου τῇ δόξῃ.[*]()

a. Κρόνιον: ἀκρωτήριον τῆς Πίσης· περὶ γὰρ τὸν [*]() Κρόνιον λόφον ἄγεται [τὰ Ὀλύμπια] ὁ ἀγών.[*]()

b. ἐμοὶ μὲν ὦν Μοῖσα: ἐμοὶ μὲν οὖν δυνάμει [*]() ἡ Μοῦσα ἰσχυρότατα βέλη τρέφει τῶν λόγων, ὥστε βάλλειν καιρίως τοῖς ὕμνοις τοὺς νικηφόρους.

c. ἄλλως· ἐγὼ μὲν ἐπὶ μουσικῇ πέποιθα· τὸ ἐμὸν βέλος ὑπὸ Μούσης τρέφεται· σὺ δὲ ἐν τῷ πλουτεῖν μέγας εἶ.[*]()