Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἐπεὶ τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσσας: [*]() καὶ ἐν θρήνοις τὸν αὐτὸν ἀριθμὸν τίθησι τῶν ὑπὸ τοῦ Οἰνομάου ἀναιρεθέντων μνηστήρων (fr. 135). | πέφνε δὲ [*]() τρεῖς καὶ δέκα ἄνδρας· τετράτῳ δ᾿ αὐτὸς πεδάθη.[*]()

b. [τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσας:] οἱ ἀναιρεθέντες [*]() οὗτοί εἰσι· Μέρμνης· Ἱππόθοος· Πέλοψ ὁ Ὀπούντιος· Ἀκαρνάν· Εὐρύμαχος· Εὐρύλοχος· Αὐτομέδων· Λάσιος· Χάλκων· Τρικόρωνος· Ἀλκάθους ὁ Πορθάονος· Ἀριστόμαχος· Κρόκαλος. τούτῳ τῷ ἀριθμῷ τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος (fr. 165) καὶ Ἐπιμενίδης (F H G IV, 405) μαρτυρεῖ:

c. τινὲς δὲ οὕτως αὐτούς φασι ιε΄· Μέρμνην· Ἱππόστρατον· Αἰολοπέα· Πείραντα· Ἀκαρνᾶνα· Ἱππομέδοντα· Ἀλκάθουν· Εὐρύαλον· Εὐρύμαχον· Κρόκαλον· Ἀκρόκομον· Σκόπελον· Λυκούριον·

1.46
[*]() Λάσιον· Χάλκωνα.

d. τινὲς δὲ τοὺς ιγ΄ οὕτως· Μέρμνωνα· Ἱππόθοον· Πέλοπα τὸν Ὀπούντιον· Εὐρύμαχον· Εὐρύλοχον· Ἱππομέδοντα· Λάσιον· Χάλκωνα· Αἰόλιον· Τρικόρωνον· [*]() Ἀκαρνᾶνα· Ἀλκάθουν· Ἀριστόμαχον.

e. ἄλλοι δὲ ἓξ εἶναι λέγουσιν οὕτως· Τρικόρωνον· Ἀριστόμαχον· Κυριάνοντα· Αἴολον· Πελάγοντα· Κρόνιον.[*]()

[*]()a. ὁ μέγας δὲ κίνδυνος: ὁ περὶ τῆς ψυχῆς δηλονότι.[*]()

b. οἷον, οὐδεὶς ἄναλκις ὑπομένει περὶ τῆς ψυχῆς κινδυνεύειν, ἀλλ᾿ ἔστι τὸ τοιοῦτον ἀνδρὸς ἀλκίμου. ὅμοιον τῷ παρ᾿ Ὁμήρῳ (Μ 246)·

σοὶ δ᾿ οὐ δέος ἔστ᾿ ἀπολέσθαι· οὐ γάρ τοι κραδίη μενεδήιος οὐδὲ μαχήμων.

c. ἄλλως· τὰ δὲ ἐπικίνδυνα τῶν πραγμάτων οὐ δεῖται ἀτόλμων καὶ ἀθλίων ἀνθρώπων.

d. ἢ οὕτως· τὸν ἀνδρεῖον μέγας κίνδυνος καταλαμβάνει.

[*]()a. θανεῖν δ᾿ οἷς ἀνάγκα: ἐν δὲ τοῖς ἀνθρώποις, οἷς ἐξ ἀνάγκης τὸ θανεῖν, διὰ τί δή τις ἄδοξον τὸ γῆρας ἐν ἀφανείᾳ καὶ ἀδοξίᾳ καθεζόμενος τήκει καὶ [*]() καταναλίσκει μάτην, πάντων τῶν καλῶν | ἀμέτοχος ὑπάρχων; b. ἄλλως· οἷς ἀποθανεῖν ἀνάγκη, τί καί τις καθεζόμενος ὑπὸ τοῦ ἀνωνύμου γήρως ἕψοιτο; τὸ δὲ ἐν σκότῳ καθήμενος, ἀντὶ τοῦ ἀκινησίᾳ καὶ ἀκλείᾳ καθεστώς.

c. ἄλλως· εἰ δεῖ ἀποθανεῖν τὸν ἄνθρωπον, ἄξιον αὐτὸν [*]() γενναίως ἢ ἀγεννῶς βιώσαντα τελευτᾶν.

d. ἕψοι δὲ, ἀντὶ τοῦ ἕψοιτο· οὐ γὰρ ἕψει τις τὸ γῆρας, ἀλλ᾿ ἕψεται

1.47
ὑπ᾿ αὐτοῦ.

e. ἀνώνυμον δὲ, τὸ ἐν ἀπραξίᾳ καὶ [*]() ἀκλεὲς ὑπάρχον.

f. ἄλλως· ἐπειδὴ πρόκειται τὸ ἀποθανεῖν, [*]() διὰ τί μὴ μετὰ δόξης τελευτῶμεν, γενναῖόν τι τολμῶντες;

a. ἀλλ᾿ ἐμοὶ μὲν οὗτος ἄεθλος: ἀλλ᾿ ἐμοὶ μὲν [*]() ὑπὲρ τοῦ γάμου κινδυνεῦσαι πρόκειται, σοὶ δὲ τῇ γνώμῃ τὸ πέρας ἐπιθεῖναι.

b. ἄλλως· ἐάν τε συμπράσσῃς, ὦ Πόσειδον, ἐάν τε μὴ, ἐγὼ ὑπομενῶ τοῦτον τὸν ἆθλον τοῦ γάμου.[*]()

τὺ δὲ πρᾶξιν φίλαν: σὺ μέντοι δίδου τὴν νίκην [*]() καὶ τὴν εὐπραξίαν.[*]()

a. ὣς ἔνεπεν: οὕτως εἶπεν. [*]()

b. οὐδ᾿ ἀκράντοις ἐφάψατο ἔπεσι: ἀντὶ τοῦ, [*]() οὐδὲ ἀκράντων ἐπῶν.

c. οὐδὲ ἀτελειώτοις ἐφήψατο λόγοις· παρέσχε γὰρ αὐτῷ ἃ ἐβούλετο· ἐνίκησε γὰρ καὶ ἔλαβε τὴν Ἱπποδάμειαν πρὸς γάμον.

a. τὸν μὲν ἀγάλλων θεός: τοῦτον μὲν οὖν, [*]() φησι, τὸν Πέλοπα, κοσμῶν καὶ αὔξων, ἔδωκεν αὐτῷ τό τε χρυσοῦν ἅρμα καὶ τοὺς ταχεῖς ἵππους.

b. ἀγάλλων: κοσμῶν, ὡς ἤδη, ἅτε θεὸς, πεπεισμένος [*]() μένος περὶ τῆς νίκης.[*]()

c. (ἀγάλλων:) ποιῶν ἀγάλλεσθαι ἢ ἀγαλλόμενος. [*]()

a. ἕλεν δ᾿ Οἰνομάου: ἐνίκησεν. [*]()

b. . . . . Οἰνόμαον. ἕλε: ἐφόνευσε. ἢ ἔλαβε τὴν [*]()Ἱπποδάμειαν, ὡς τὸ ἔχω οἰκῶ καὶ συνοικῶ.

παρθένον τε σύνευνον: ἀπὸ κοινοῦ τὸ ἕλεν.[*]() [*]()