Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἐχθομένη δέ σε· καὶ τῆς λιθαργύρου τὸ πόμα θανάσιμόν ἐστι, μάλιστα δ’ οἱ περὶ Ἀπολλόδωρον αὐτό φασι δίδοσθαι μετὰ φακοῦ ἢ πισσίου ἢ πλακοῦντος· διὰ τοῦτο γὰρ λανθάνει ὁμοχροῦν· φησὶ δὲ τοῖς ἐνεγκαμένοις παρέπεσθαι βάρος κατὰ τῆς κοιλίας, μετὰ δὲ τὴν μέσην αὐτὴν πνεύματα βορβορίζοντα ἀνειλεῖσθαι, τὰ δὲ μέλη πίμπρασθαι, τὴν δὲ χροιὰν ἐοικέναι μολίβδῳ.
Πνεύματ’ ἀνειλίσσοντα, ἤγουν ἐμπνευματοῖ παραπλησίως στρόφῳ ἢ εἰλίγγῳ.
Εἰλίγγοιο δυσαλθέος· τῆς κοιλιοστροφίας φησίν.
Οὐ μὴν τῶν οὔρων· γράφεται καὶ οὐ μὲν τῶν γ’ οὔρων ἀντὶ τοῦ τῷ κακωθέντι ὑπὸ τοῦ λιθαργύρου καὶ οὕτω καὶ ἡ τῶν οὔρων ῥύσις κατέχεται, τὰ δὲ μόρια πίμπραται.
Καὶ τὸ εἰδήνατο χροιὴν ἀντὶ τοῦ ὡμοιώθη.
Τῷ δ’ ὁτὲ μέν· δύο ὀβολοὺς σμύρνης.
Ἄλλοτε οὔρειον, ὅ ἐστιν ὀρεινὴν ὑπέρεικον, ἄλλοτε ὁρμίνιον, ἐστὶ δ’ εἶδος βοτάνης, ἄλλοτε ὑσσώπου κλάδους.
Κράδην τὴν ἀγρίαν συκῆν. Σπέραδός τε σελίνου· τοῦ ὀρεο σελίνου καλουμένου· φυτὸν γὰρ τοιοῦτόν ἐστι διουρητικόν.
Ἴσθμιον· ἡ ἱστορία εὔγνωστός ἐστι πᾶσι τοῦ ἀγῶνος τοῦ Μελικέρτου. Σισυφίδαι δ’ οἱ Κορίνθιοι· ἄγεται δὲ τῷ Μελικέρτῃ ὁ Ἰσθμιακὸς ἀγὼν, ἐν ᾧ ὁ στέφανος ἦν πρότερον τοῖς νικῶσιν ἀπὸ σελίνου, ὕστερον δ’ ἀπὸ πίτυος, γίνεσθαι δέ φασιν ἐπὶ Σίνιδι, τὸν Θησέα διαθεῖναι, οἱ δὲ Ποσειδῶνι τῷ πατρῴῳ θεῷ τελεῖσθαι, οἱ πλεῖστοι δέ φασι τελεῖσθαι τῷ Μελικέρτῃ.
Ῥυσίμῳ· καὶ γὰρ ῥύσιμόν ἐστιν εἶδος βοτάνης, ἰδίως δ’ αὐτὸ εἴρηκε χωρὶς τοῦ ε, ὅ τινες πήγανόν φασιν. Ἐνομηρέα δ’ ἀντὶ τοῦ ὁμοῦ μίξας.
Κύπρου· οἱ μὲν εἶδος φυτοῦ τὴν κύπρον φασὶν, οἱ δὲ τὰ ἀπὸ τῆς Κύπρου νήσου βλαστήματα· καὶ τῆς κύπρου φησὶ τὰ νεοανθῆ βλαστεῖα, καὶ τοὺς τῆς σίδης ἤτοι τῆς ῥοιᾶς.
Κυτίνοιο τὸν ἀνθημὸνα καρπὸν μετ’ οἴνου τρίψας παράσχε αὐτῷ πιεῖν· κύτινόν φασι τὸ ἄνθος τῆς ῥοιᾶς, ὅπερ αὐξηθὲν ῥοιὰ γίνεται.