Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Θυμάρμενον δ’ εἶαρ τὸ θυμηρέστατον, τὸ τῇ ψυχῇ ἡρμοσμένον.

Αὐτὰρ ὅγ’ ἄφθογγος· οὗτος δὲ κέρβερος καλεῖται, ἄφθογγος

ὤν· ἐνταῦθα γὰρ περὶ τοῦ ἀλάλου φρύνου διαλαμβάνει, ἐπειδὴ ανω περὶ τοῦ εὐλάλου εἶπεν.

Ἄλλοτε δ’ ὑγραίνει· φησὶν οὕτω, τουτέστιν ἀγόνους κατασκευάζει τοὺς ἄνδρας καὶ τὰς γυναῖκας διὰ τὸ ἐπιπολὺ ἐξυγραίνεσθαι τὸ σπέρμα, ὥστ’ ἐκ τοῦ αὐτομάτου ῥεῖν· ἀγόνους φησὶ τοὺς πίνοντας γίνεσθαι διὰ τὸ διαλύεσθαι τὸ σῶμα καὶ ῥοῶδες γίνεσθαι. Χολόεν στόμα· χολαῖς ὑγραίνει τὸ στόμα, τουτέστι χολῆς ἀποπληροῖ.

Καρδιόωντα· ἤτοι τὴν καρδίαν ἀλγοῦντα.

Καὶ κατικμάζων ἀντὶ τοῦ καταστάζειν ποιῶν ἄνευ γονῆς.

Σκεδάων γυίοισιν ἀντὶ τοῦ σκορπίζων τὸν σπόρον τοῖς μέλεσιν ἀποτελεῖ ἀγόνους τοὺς φαρμακευθέντας, κἄν τ’ ἀνὴρ ᾖ, κἄν τε γυνή.

Ἀφυσγετὸν δ’ ἀντὶ τοῦ πολὺ, δαψιλὲς, ἀφύσιμον καὶ ἀρύσιμον.

Ἠὲ πίθου· δεῖ δ’ αὐτόν φησιν ἐν πίθῳ διθύρῳ ἐντεθέντα ξηροπυρίαν λαμβάνειν, ὥσπερ οἱ ὑδρωπικοί. Ἐναλθῆ ἤγουν τὸν θεραπείας ἐπιδεόμενον· γράφεται καὶ ἀναλθῆ,

Θερμάσαιο ἀντὶ τοῦ θέρμανον. Νήχυτον ἱδρῶ, τουτέστιν ἵν’ ἱδρώσῃ τὸν νήχυτον, οἱονεὶ τὸν πολύχυτον, τὸν πολὺν ἱδρῶτα.

Αὐξηρῶν, ἤτοι τῶν μεγάλων· γράφεται καὶ οὕτως· ἢ ξηρῶν· τῶν αὐχμηρῶν· Πραξαγόρας δέ φησι τὸ χλωρὸν τῶν καλάμων ἐσθιόμενον ὠφέλιμον ὑπάρχειν τοῖς ὑπὸ φρύνων πεφαρμακευμένοις.

Οἴνῳ ἐπεγκεράσαιο· τῷ οἴνῳ φησὶν, ἐν ᾧ τὰ ἀποβρέγματα τῶν ῥιζῶν τῶν καλάμων εἰσὶν, ἢ τοῦ κυπείρου.

seq. Τρίβοις πανάπαστον· ἀνάτριψαι αὐτὸν νῆστιν. Ὑποτέτροφε· οἰκεῖ ἐν ταῖς τῶν καλάμων ῥίζαις, ἢ ἐτράφη ὑπὸ λίμνην. Οἰκείη, ἤγουν ἑκάστη οἰκειουμένη αὐτοῖς. Ἑρπετὰ νήχει· τοὺς μικροὺς βατράχους λέγει, βατράχων δ’ εἴδη δύο, τὸ μὲν κρακτικὸν, τὸ δ’ ἄφωνον, ἀμφότερα δὲ θανάσιμα, ἡ δὲ φαρμακεία ἡ διὰ τῶν βατράχων γινομένη ἐστὶν αὕτη· λαμβάνουσι καὶ κατακεντοῦσιν ὅλον τὸ σῶμα, φυλασσόμενοι κατὰ βάθος ποιεῖσθαι τὰ κεντήματα, αὐτην δὲ μόνην παίοντες τὴν ἐπιφάνειαν τῆς σαρκὸς, καὶ εἰς ἀπίσσωτον σταμνίον βάλοντες μικρὸν ὕδωρ ἐπιρραίνοντες, καὶ τὸ ἀπορρέον τούτου συμμίσγουσι βρωτῷ ἢ ποτῷ καὶ οὕτως ἀναιροῦσιν. Νήχει ἀντὶ τοῦ περιπατεῖ· δύο δ’ εἴδη κυπείρου ἀρσενικόν τε καὶ θηλυκὸν, φιλόζωον δ’ αὐτό φησι διὰ τὸ τὴν ῥίζαν ἔχειν στερεωτάτην. Τρίβοις· περιπάτοις ἀναγκάζει αὐτὸν χρῆσθαι μακροῖς, μήτε βρωτὸν, μήτε ποτὸν προσφέροντα, ξηραίνοντα δὲ τὸ σῶμα, ἵνα κατισχνωθῇ. Καὶ κατατρύσαιο δὲ γυῖα ἀντὶ τοῦ κατίσχνωσον αὐτοῦ τὰ μέλη.