Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Μὴ μὲν δὴ σμῖλον· ἡ σμῖλος φυτόν ἐστιν ἐλάτῃ ὅμοιον· διὸ καὶ ἐλατηίδα εἶπε· περὶ δὲ τῆς σμίλου φησὶν Ἀνδρέας περὶ Αἰτωλίαν πληθύνειν, καὶ τοὺς ἐγκοιμηθέντας αὐτῷ ἀποθνήσκειν, ὁ δὲ Θεόφραστος (H. P. III. 10, §2) περὶ μὲν τῶν ἀνθρώπων οὐδὲν εἴρηκεν, αὐτὸ δὲ μόνον, ὅτι τὰ λόφουρα τῶν ζώων γευσάμενα ἀποθνήσκει, λόφουρα δ’ εἰσὶ βόες, ἡμίονοι. Καλλίμαχος δέ· ἑρπετὰ, τῶν αἰεὶ τεθράφαται λοφιαί.
Οἰταίην· τὴν οἴτου αἰτίαν γινομένην, ἢ τὴν ἐν Οἴτῃ φυομένην, ὄρει τῆς Αἰτωλίας.
Χαλικροτέρη ἀντὶ τοῦ ἀκρατοτέρα πόσις οἴνου πολλὴ παραχρῆμα ἰάσαιτο.
Τὰ μὲν οὖν Νίκανδρος, ἤτοι καὶ ταῦτα μὲν ὁ Νίκανδρος τῇ ἰδίᾳ κατέθετο βίβλῳ τὰ ἐπίπονα καὶ φαρμακώδη ἑκάστῳ ἀνδρὶ τὰ ἐκ τοῦ μύκητος, λείπει δὲ τὸ γινόμενα ἢ τὰ μύκητος, ὅ ἐστι τὰ δηλητήρια. Ἄλλως· παρ’ ἀνέρι, ἢ παρὰ πρὸς τὸ κατέθετο, ἵν’ ᾖ παρακατέθετο ἀνδρὶ ἑκάστῳ ἐν τῇ ἰδίᾳ βίβλῳ μοχθήεντα ἀντὶ τοῦ ἐπίπονα. Ἢ οὕτως· τῷ ἐπὶ φαρμάκῳ μύκητι κακοπαθοῦντι ἀνθρώπῳ· ταῦτα γὰρ βοηθήματα ἐν τῇ ἰδίᾳ βίβλῳ κατέθετο.
Πρὸς δέ τί σοι· πρὸς δὲ τούτοις φησὶ βοηθεῖ καὶ ἧστινος τοὺς κλῶνας ἐμίσησεν ἡ Δίκτυννα, λέγει δὲ περὶ τῆς μυρσίνης· φησὶ
γάρ· αὐτὴν ἡ Δίκτυνα μισεῖ, καὶ μόνη αὕτη ἡ μυρσίνη τῆς Ἰμβρασίας Ἥρας οὐχ ὑπεδέξατο τὸ στέφος, τουτέστιν οὐκ ἐγένετο στέφος τῆς Ἰμβρασίας Ἥρας, διότι κάλλους ἕνεκεν εἰς ἔριν διηγέρθησαν αἱ ἀθάνατοι θεαὶ, ὅτι τὴν Κύπριν ἐκόσμησεν αὕτη ἡ μυρσίνη.Ἰδαίοισιν· ἐν τοῖς τῆς Ἰδης, ἐν τοῖς κατὰ Τροίαν ὄρεσιν. Ἄλλως· καὶ ἡ μυρδίνη φησὶ βοηθεῖ, ἧς τοὺς κλῶνας ἐμίσησεν ἡ Δίκτυννα, καὶ μόνη οὐκ ἐδέξατο τὸ τῆς Ἰμβρασίας Ἥρας στέφος, ὅτι τὴν Ἀφροδίτην ἐκόσμησεν, ὅτε περὶ κάλλους αἱ ἀθάνατοι ἤρισαν θεαί. Ἢ οὕτως· τὴν Ἴδην ἐκόσμησαν αἱ θεοὶ τοῖς ἄνθεσι τῶν βοτανῶν, καὶ ταῖς λόχμαις, ἔνθα διὰ κάλλους εἰς ἅμιλλαν κριθησόμεναι παρεγένοντο. Δίκτυννα δὲ καὶ ἡ Ἄρτεμις λέγεται. Καὶ τὸ τέης, ἧστινος ἐμίσησεν.
Τῆς σύγ’ ἀπ’ εὐύδροιο νάπης· ταύτης οὖν φησι τῆς μυρσίνης τὸ εὐανθὲς ὄφελος· ὁ γὰρ καρπὸς αὐτῆς ὠφέλιμός ἐστι τοῖς πάσχουσιν, ὅ ἐστι τὸν καρπὸν τὸν πορφυροῦν, τὸν συναύξοντα ταῖς χειμεριναῖς νυξὶν, οἱονεὶ τῷ ἔαρι, ἢ τὸν συναύξοντα ταῖς χειμεριναῖς πνοαῖς ἢ ἡμέραις· μᾶλλον γὰρ τῷ χειμῶνι ἀνθεῖν τοῦτόν φησι τὸν καρπὸν, ἀπὸ τῆς εὐύδρου νάπης λαβὼν, καὶ θαλφθέντα ταῖς τοῦ ἡλίου ἀκτῖσι λειώσας, τουτέστι ξηρανθέντα λειώσας, καὶ τὸν χυλὸν δι’ ὀθόνης ἢ κυρτίδος ἐκπιέσας δίδου κοτύλην τῷ μέτρῳ πεπληρωμένην ἐν κυάθῳ, ἢ καὶ κοτύλης πλεῖον. Εὐαλθές· τὸ εὐανθὲς ὄφελος.
Καὶ ἠελίοιο βολῇς, ἤτοι ταῖς ἀκτῖσιν.
Καὶ σχοινίδι κύρτῃ· τῇ ἐκ σχοίνου πεποιημένῃ.
Ὀνήιον· ὠφέλιμον.
Καὶ ἄρκιον βοηθητικὸν καὶ ὠφελιμώτατον.
Ὑμνοπόλοιο· τοῦ ἐν τοῖς ὕμνοις καὶ ᾠδαῖς καὶ ποιήμασιν ἀναστρεφομένου, τουτέστι ποιητοῦ· ἐν τῷ μεμνῆσθαι τοίνυν ἡμῶν τὸν νόμον φυλάσσοις τοῦ ξενίου Διός· μνῆστιν γὰρ ἀντὶ τοῦ μνείαν.