Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἀλθαίνει καὶ γέντα· ἐν ἄλλω οὕτως· ἀλθαίνει τότ’ ἔνερθε πυρὸς ζαφλεγοῖο κεραίης· τὸ γὰρ ἔνερθε πυρὸς ζαφλεγοῖο κεραίης τὸ ἄγαν σφοδρῶς ἐν τῇ σποδιᾷ τοῦ κέρατος ἑψηθῆναι ταῦτα δηλοῖ· κεραία γαρ λέγεται τὸ ἄκρον καὶ ἔσχατον, ἡ χαλβάνη δ’ ὀπός ἐστιν ἐκ τῆς ῥίζης τῶν πανάκων πεπηγμένος.

Ἁλίοιο· θαλασσίου ἢ ἐνύδρου.

Ταχινῇσιν· γράφεται ἥτ’ ἄκρῃσι διαπλώει. Πτερύγεσσι δ’ ἀντὶ τοῦ ποσίν· τούτοις γὰρ ἐπινήχεται.

Οὐρείης ἢ χερσαίης χελώνης, ἢ ὀρεινῆς.

Αὐδήεσσαν δὲ διὰ τὴν λύραν, ἣν ἐποίησε τῷ Ἀπόλλωνι ἀντὶ τῶν βοῶν· μισθωτὸς γὰρ ὢν Ἀδμήτου ὁ Ἀπόλλων ἔβοσκεν αὐτοῦ τὰς βόας οὓς ἔκλεψεν ὁ Ἑρμῆς, καὶ φωραθεὶς ἔδωκεν αὐτῷ ἀντίλυτρον τὴν κιθάραν τὴν ἐκ τῆς χελώνης αὐτῷ κατεσκευασμένην, τὴν λεγομένην χέλυν, ὅθεν καὶ λύρα ἐκλήθη, οἱονεὶ λύτρα τις οὖσα ὑπὲρ τῶν βοῶν. Κυτισηνόμου δ’ ἐπειδὴ χελώνης εἴδη δύο, ὄρειον καὶ θαλάσσιον, ὧν αἱ ὀρειναὶ χελῶναι ὑπ’ ἀνέμων πληροῦνται, ὥσπερ αἱ ὄρτυγες· ἢ τῆς ἐν κυτίνῳ διατριβούσης, κύτινοι δ’ αἱ ἐξανθήσεις τῶν ῥοιῶν.

Χέλειον ἀντὶ τοῦ ὄστρακον ποικίλον. Καὶ ἀγκῶνας δύο ἤτοι κανόνας, ὅθεν δέδενται αἱ νευραί. Καὶ πέζαις τοῖς ὢμοις· τοῖς ὤμοις φησὶ τοῦ ὀστράκου αὐτῆς δύο παρέθηκε πήγματα, ἅ φησιν ἀγκῶνας.

Γερύνων δὲ, βατράχων. Καὶ λαιδροὺς τοὺς ἀναιδεῖς διὰ τὸ

βοᾶν ἀεὶ τῇ φωνῇ τραχυτέρᾳ. Δαμάσαιο, ἑψήσειας. Τοκῆας τῶν γερύνων φησὶ, τουτέστι τῶν μικρῶν βατράχων, τοὺς ἀναιδεῖς. Πράσων ἢ ῥίζας ἠρύγγου, ὅ ἐστιν εἶδος βοτάνης, προσπάσσων ἀμμωνιακὸν καὶ χορτάσας, ὑγιάσεις τὸν κάμνοντα. Ἄλλως· χύτρῳ σκαμμώνιον· τούτοις εἰ κορέσοις τὸν ἄνθρωπον, καὶ θανάτου πλησίον ἐλθόντα σώσεις.

Φρύνοιο· περὶ φρύνου διαλέγεται, ὅς ἐστι βατράχου εἶδος, εἰς δὲ τὸ τέλειον λόγον προσληπτέον τὸ τὶς, ἔνιοι δ’ ἀγνοοῦντες γράφουσι μετὰ τοῦ ς, δύσφημον ποιοῦντες τὸν λόγον· δύο οὖν γένη εἰσὶ βατράχων, χειμερινοί τε καὶ θερινοὶ, οἱ δὲ χειμερινοὶ ἄφωνοι καὶ θανάσιμοι. Ἢ οὕτως· φρύνου ἀντὶ τοῦ φωνητικοῦ· εἰσὶ γὰρ καὶ κωφοὶ καὶ ἄφωνοι, ὧν πρὸς ἀντιδιαστολὴν εἶπε φρύνου, τουτέστι φωνητικοῦ, οἱονεὶ φώνοιο, ἐστὶ δὲ καὶ ἐμφερὴς βατράχῳ, ἀλλὰ τοὺς ὀφθαλμοὺς μείζονας ἔχει, ταῖς ῥίζαις δὲ τῶν καλάμων ἢ τῶν θάμνων προσκάθηται ὁ φρῦνος. Θερειομένου δὲ τουτέστιν ἐν θέρει κατεσκευασμένου εἰς δηλητήριον· τὴν ἐπιφάνειαν γὰρ τοῦ δέρματος κεντοῦντες ποιοῦσι τραυματίαν, εἶτα τὸν ἰχῶρα τούτου λαβόντες μίσγουσι βρώσει ἢ πόσει, καὶ οὕτω διδόντες ἀναιροῦσιν· ὁμογενῆ δὲ τὰ ζῶά εἰσιν, ὁ δὲ κωφὸς βάτραχός ἐστιν, ἀλλ’ οὐ φρῦνος.