Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Τετράποδες· οὗτοι δὲ σφαλλόμενοι τετραποδιστὶ σύρονται, καθάπερ βρέφη· αἱ γαρ διάνοιαι αὐτῶν ἀμαυροῦνται καὶ ἀφανίζονται.
Σάρκα δ’ ἐπιτροχόωσιν ἀντὶ τοῦ ἐπιτρέχει τῇ σαρκὶ πελιδνότης, ἐξ ἧς ὑγρασία, καὶ ἐπιπορθμευομένης τῆς κακίας ἤτοι σκεδαννυμένης ἢ σκεδαζούσης, καὶ τὰ ἑξῆς· βοήθειαν δὲ διδοὺς ῥητίνην πευκίνην, ἀναμίσγων ταύτην τῷ μέλιτι.
Σμώδιγγες· αὗται κατὰ σύντηξιν τῆς σαρκὸς στάζουσιν· ἐὰν δὲ στίζουσι γράφηται, καθάπερ οἱ στιζόμενοι· γράφεται γὰρ στίζουσαι, ἵν’ ἡ σημαῖνον τὸ ποικίλως πελιδνοῦσθαι, καθάπερ τοὺς στιζομένους. Καὶ δαιομένης δ’ ἀντὶ τοῦ μεριζομένης πανταχοῦ τῷ σώματι.
Τενθρήνης· τενθρήνην εἶπε τὴν τενθρηδόνα, ζῷον δ’ ἐστὶ
μελιτοποιὸν, ὃ υπ’ ἐνίων λέγεται βέμβιξ, ἐστὶ δ’ ἐμφερὲς μελίσσῃ. Ἄλλως· τενθρήνη εἶδος μελίσσης, ἢ τόπος, ὅπου αἱ μέλισσαι διατρίβουσιν, ὡς εἶναι τὸ μελίσσειον· δύναται δὲ κατὰ συγκοπὴν τενθρηδόνος ἀντὶ τοῦ Θεσσαλικοῦ. Ὅμηρος (Il. β 756)·Πρόθοος Τενθρηδόνος υἱός.ἐπεὶ καὶ ἡ τενθρηδὼν, ὅ ἐστι μελίσσης εἶδος, ποιεῖ ἔργα· παρακελεύεται οὖν ἐκ τούτων τὸ μέλι λαμβάνειν.
Ἢ τῆς χαμαιπίτυος τοῦ βλαστοῦ μετὰ κώνων· εἰσὶν οὖν κῶνοι πίτυος οἱ στρόβιλοι· συνεψήσας οὗν φησι τούτους τοῖς φύλλοις τῆς χαμαιπίτυος δίδου πιεῖν. Ἠὲ χαμαιπίτυος· τῆς πίτυος τὰ φύλλα καὶ τοὺς κώνους ἀφεψήσαντα κελεύει τὸν χυλὸν διδόναι πιεῖν, ὁμωνύμως δὲ λέγεται ὁ καρπὸς καὶ ὁ στρόβιλος καὶ ὁ κῶνος. Ἢ τῆς χαμαιπίτυός φησι τῆς βλαστήμονος ἀναμεμιγμένως καθεψήσας τὰ φύλλα καὶ τοὺς κώνους ὅσους ἐθρέψατο ἡ πεύκη, τουτέστι ὅλα ὁμοῦ σύμμικτα ἑψήσας.
Ἄλλοτε δὲ σπέραδος· κνίδης σπέρμα καὶ ὀρόβου ἄλευρον κελεύει κόψαντα διδόναι πιεῖν, μετὰ τίνος δ’ οὐκ εἴρηκεν. Μυλοεργέι ἀντὶ τοῦ τῷ ὑπὸ μύλης κατεργασθέντι ἀλεύρῳ τοῦ ὀρόβου ξηραίνειν καὶ φρύγειν, καὶ τὰ ἑξῆς.
Ἑψαλέην ἤτοι ἡψημένην, ξηρανθεῖσαν ὑφ’ ἡλίου, καὶ αὐτὴν δὲ τὴν κνίδην ἔψων πότιζε μίσγων ἀλεύρῳ ὀρόβου ἢ καὶ κριθίνῳ ἀλεύρῳ μετ’ ἐλαίου.
Χαλβανόεσσα· καὶ ἡ ῥητίνη καὶ μέλι καὶ ῥίζα χαλβάνης καὶ ὠὰ χελώνης· διδόναι κελεύει ἑψηθέντα ἐπ’ ἀνθράκων.