Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Κωφοῖο λαχειδέος· τοῦ ἀφώνου καὶ δασέος.

Προσφύεται δὲ, οὐ προσκάθηται. Καὶ μορόεις ὁ κακοποιὸς, ἤγουν ὁ μόρον ἄγων. Καὶ λιχμώμενος ἔρσην ἀντὶ τοῦ ζητῶν ἢ λείχων τὴν δρόσον.

Καὶ θερόεις· ἐξ οὗ τῷ θέρει κατασκευάζεται δηλητήριον. Λαχειδέος δασέος, ὡς οἱ πρὶν ἐξηγησάμενοί φασιν, ἢ, ὡς οἴεται ὁ Τζέτζης, πρασίζοντος, λαχανοειδέος, καὶ ἐν συγκοπῇ λαχειδέος. Ἂλλως· λαχειδέος τοῦ δασέος· ἢ μικροῦ, ἐὰν ἐλαχειδέος. Τῶν ἤτοι θερόεις· ἀνέστρεψεν ἐπὶ τὸν φρῦνον· θερόεις γὰρ οὗτος, ἐπεὶ τῇ θερείᾳ τὸ ἀπ’ αὐτοῦ φάρμακον συντίθεται, ὃ δυναμικώτερόν ἐστιν. Ἢ ἔτι καὶ κωφοῖο· μεταβέβηκε ἀπὸ τοῦ φρύνου ἐπὶ τὸν βάτραχον, ἐπεὶ ὁμογενῆ τὰ ζῶά εἰσιν· ὁ γὰρ κωφὸς βάτραχός ἐστιν, ἀλλ’ οὐ φρῦνος, δύο δὲ γένη τῶν βατράχων, καὶ ὁ μὲν φθεγγόμενος ἀβλαβὴς, ὁ δὲ κωφὸς θανάσιμος. Ἄγει δὲ χλόον· δηλονότι τῷ φαρμακευομένῳ. Θάψου· ὅτι οἱ φαρμακευθέντες ὠχροὶ γίνονται, ὅτι δ’ οὐ πᾶς βάτραχος ἐπιτήδειος, ἀλλ’ ὁ ἐν θερμοτέροις διατρίβων τόποις, καὶ Ἀπολλόδωρός φησιν· τὴν αὐτὴν δὲ πόσιν ἀπ’ οἴνου δοτέον· ἡ δὲ θάψος ἐστὶν εἶδος βοτάνης χλωρᾶς, ᾗ προσεικάζει τὴν χροιὰν τοῦ κάμνοντος, τὸ δ’ ἆσθμα αὐτοῦ ἀθρόον συνάγεται, καὶ ἡ ἀναπνοὴ δυσώδης ἐστίν.

Καί τε σπλήν· καὶ ὁ τῆς λιμναίης καὶ πολυλάλου φρύνης σπλὴν, τῆς βοώσης κατ’ ἀρχὴν τοῦ ἔαρος, τὸ κακὸν βάρος τοῦ ὀλεθρίου ἐκείνου φαρμάκου, τοῦτο γὰρ λείπει, ἤρκεσεν, ἐβοήθησε, τῷ κάμνοντι βρωθεὶς ὀπός.

Θυμάρμενον δ’ εἶαρ τὸ θυμηρέστατον, τὸ τῇ ψυχῇ ἡρμοσμένον.

Αὐτὰρ ὅγ’ ἄφθογγος· οὗτος δὲ κέρβερος καλεῖται, ἄφθογγος

ὤν· ἐνταῦθα γὰρ περὶ τοῦ ἀλάλου φρύνου διαλαμβάνει, ἐπειδὴ ανω περὶ τοῦ εὐλάλου εἶπεν.

Ἄλλοτε δ’ ὑγραίνει· φησὶν οὕτω, τουτέστιν ἀγόνους κατασκευάζει τοὺς ἄνδρας καὶ τὰς γυναῖκας διὰ τὸ ἐπιπολὺ ἐξυγραίνεσθαι τὸ σπέρμα, ὥστ’ ἐκ τοῦ αὐτομάτου ῥεῖν· ἀγόνους φησὶ τοὺς πίνοντας γίνεσθαι διὰ τὸ διαλύεσθαι τὸ σῶμα καὶ ῥοῶδες γίνεσθαι. Χολόεν στόμα· χολαῖς ὑγραίνει τὸ στόμα, τουτέστι χολῆς ἀποπληροῖ.

Καρδιόωντα· ἤτοι τὴν καρδίαν ἀλγοῦντα.