Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Λυγμοὶ δ’ αἱ τοῦ πνεύματος ἀναγωγαί.

Τηνεσμῷ τῇ διατάσει· διαφέρει τηνεσμὸς καὶ δυσεντέριον, σύνεγγυς μέντοι ἀλλήλων· καὶ γὰρ ἔστι πάθος, ὃ καλεῖται χορδαψὸς, τηνεσμὸς δ’ ἐστὶν, ὃν νῦν λέγομεν βιασμόν. Ἄλλως· τοῖς τηνεσμώδεσι παρακολουθεῖ δυσεντερία, εἶτα ὁ χορδαψὸς, ὃν δή φασι συναμματιζομένου τοῦ ἐντέρου, ὁτὲ προηγεῖταί τηνεσμὸς, ὁτὲ δυσεντερία, τηνεσμῷ περὶ τὸ δυσεντέριον τάσις.

Καὶ τῆς ὄρνιθος τηκομένη ἡ σὰρξ τῶν εὐτραφῶν στηθῶν ἤμυνε βρωθεῖσα· τὸ στῆθος τῆς λιπαρᾶς φησιν ὄρνιθος βρωθὲν ὠφελεῖ· θωρήκων οὖν τῶν στηθίων σαρκῶν.

Χυλὸς ἅλις, ἤτοι τοῦ στήθους τῆς ὄρνιθος ὁ χυλὸς, ἢ ἕτερον βοήθημα λέγει, χυλὸν πτισάνης, ἄμεινον δὲ τὸ πρότερον.

Καὶ ὅσα κατὰ τοὺς φυκιόεντας ἀγμοὺς, ὅ ἐστιν αἰγιαλοὺς, περιβόσκεται κνώδαλα, κωβιοὶ καὶ τὰ τοιαῦτα.

Κάλχης· εἶδος πορφύρας, ἀφ’ ἧς αἱ γυναῖκες κάλχιον βάπτουσιν· καλχαίνειν γὰρ τὸ πορφύρειν. Τὸν δὲ στρόμβον, ὃν ἔλεγον οἱ ἀρχαῖοι ὄστρακον, τῶν κογχυλίων, οἷς καὶ ἐχρῶντο ἀντὶ σάλπιγγος· καὶ Ἀπολλόδωρος ἐν τοῖς Ὁμήρου οὕτως εἶπεν (Il. ξ 413)

Στρόμβον δ’ ὣς ἔσσευεν.

Αἰθηέντος δ’ ἐρυθροῦ καὶ πυρροῦ κατὰ τὴν σάρκα.

Τήθη τε· τὰς ἀγρίας λεπάδας, ἃς ἡμεῖς ὠτία λέγομεν, ὁ δ’ Ἀριστοτέλης ὄστρεια, καὶ Ὅμηρος (Il. π 747) κοινῶς τὰ ὄστρεια. Τὸ δὲ δὴν ἔσεται, ἤτοι πολὺ ἀπέσται ἀντὶ τοῦ ἐκτὸς ἔσται. Καὶ τὸ γεραιόμενον αὐξανόμενον ἐν τοῖς βρύοις, ἢ νηχόμενον, ἢ ἀγρευόμενον, ἢ κοσμούμενον.