Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ὀποῦ· τοῦ Κυρηναϊκοῦ λέγει. Ἰστέον, ὅτι οὗτος ὁ ὀπὸς συνεστηκώς ἐστι καὶ πεπηγὼς, ὥσπερ τὸ κομμίδιον ἢ ὁ λίβανος ἢ ἡ μαστίχη ἢ εἴ τι τοιοῦτον· διὰ τοῦτο οὖν εἶπε τήξας, οἱονεὶ ἀναλύσας. Ἐνὶ βάμματι ἀντὶ τοῦ ἐν ὄξει διαλύσας· ὁ γὰρ Κυρηναϊκὸς ὀπὸς διαλύει τὴν φαρμακείαν· καὶ γὰρ ἐὰν πεπηγότι γάλακτι ἐπιχέῃ αὐτόν τις, διαλυθήσεται· ἔστι δὲ καὶ τὸ νίτρον διαλυτικὸν τοῦ γάλακτος.
Κονίλην, ἤτοι κονίαν, ἢ θύμου καρπὸν, ἢ τῆς εὐκνήμου βότρυν, ὅπερ κόριον καλοῦσι, μετ’ οἴνου.
Ἄλλοτ’ ἀμύνει· ἄλλοτε δ’ ἀμύνει καὶ βότρυς εὐκνήμου, ὡσανεὶ τῆς καλὰς κνήμας ἐχούσης ἀμπέλου, κνήμας δὲ τὰ μεταξὺ τῶν κονδύλων ἢ τῶν κάμψεων λέγει, τοῦ βότρυος βρεχθέντος ἐν οἴνῳ· ἢ εὔκνημος εἶδος βοτάνης
Τοῦτο ἄξιον θαύματος, πῶς διαχεῖ ἡ πυτία τὸ συνεστηκὸς ἐν τῇ κοιλίᾳ γάλα, ἀλλ’ οὖν ἄλλο ἐπισυνίστησιν.
Καὶ τὸ μελισσόφυλλον δέ φησιν δίδου σὺν ὄξει· ἢ μελίσσης ποτὸν ἔφη τὸ μέλι.
Στυφόεν δὲ ποτὸν τὴν ἡδύοσμον ἔφη κατ’ εὐφημισμόν. Μίνθη Ἅιδου παλλακὴ οὕτω καλουμένη, ἣν διεσπάραξεν ἡ Περσεφόνη, ἐφ’ ᾗ τὴν ὁμώνυμον πόαν ἀνέδωκεν ὁ Ἅιδης.
Τὸ δορύκνιον, ὃ καὶ μελισσόφυλλον καλεῖται, ἀγρία βοτάνη ἐστίν· αὕτη κοπτομένη ὀπὸν ἀποστάζει ὅμοιον γάλακτι τὴν θέαν καὶ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν, ὅθεν καὶ δυσδιάκριτόν ἐστι τῷ πίνοντι, πότερον γάλα ἐστὶν, ἢ οὔ. Δημοφῶν δ’ ἐτυμολογῶν φησιν οὕτω κεκλῆσθαι διὰ τὸ δόρατι αὐτὸν ἴσον εἶναι κατὰ τὴν ἀναίρεσιν, Λυσίμαχος δ’ ὁ Ἱπποκράτειος διὰ τὸ ξύλον εἶναι κνίφης παρασκευαστικὸν τοῖς προςενεγκαμένοις.
Ὠπὴ δ’ ἡ πρόσοψις, ἡ θέα, τὸ εἶδος. Καὶ ἡ βρῶσις περὶ τοῖς στόμασιν ἀπεικάζεται γάλακτι.