Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Τὸ Φαρικὸν ὁμοίως τῶν θανασίμων ἐστὶν, ἱστορεῖ δὲ Πραξαγόρας κληθῆναι αὐτὸ ἀπὸ Φαρικοῦ τινος Κρητὸς, τοῦ ἐξευρόντος αὐτό. Ἄλλως· τοῦτό φησιν ἐν Φάροις τῆς Ἀρκαδίας εὑρεθῆναι, καλεῖται δὲ καὶ Μηδικόν· τινὲς δέ φασιν αὐτὸ πρῶτον ἐν Θεσσαλίᾳ εὑρεθῆναι ἐν Φέραις, ἄλλοι δ’ ἐν Λακεδαίμονι. Φᾶρις γοῦν ἐστι τῆς Λακωνικῆς·

Φᾶρίν τε Σπάρτην τε (Il. β 582).
Τοῦτο δὲ τὸ ποτὸν τῇ μὲν γεύσει ἐστὶν ὅμοιον νάρδῳ, τοῦ δὲ πεπωκότος τὰς μὲν σιαγόνας ἐνέπλησε, τοῖς δὲ τοῦ σώματος πᾶσι μέλεσι τρόμον ἐπήνεγκε καὶ παραφροσύνην ἐν τοῖς τῆς ψυχῆς νοήμασιν ἐνέθηκεν.

Γευθμῷ· τῇ γεύσει. Ἰσαιομένην· ὁμοίαν.

Ηνυσε δὲ σφαλερούς· ἐποίησε τρομεροὺς καὶ παράφρονας, καὶ ἐν μιᾷ ἡμέρᾳ πολλάκις πρὸς θάνατον ἤγαγεν· μονήρει γὰρ ἀκτῖνι ἀντὶ τοῦ ἐν μιᾷ ἡμέρᾳ ἀναιρεῖ τὸν ἄνδρα τὸν βαρὺν, ἤτοι γενναῖον, ἰδίως δὲ μονήρει εἶπεν.

Σταδίην δὲ σταθμῷ, ἢ ἀντὶ τοῦ σταθμηθεῖσαν, οὐκ εἶπε δὲ πόσον.

Καὶ θυλακόεσσαν τὴν ἐμφερῆ θυλάκῳ, σχηματίσας δ’ εἶπεν ἀπὸ τῆς ῥίζης· τοιαύτη γὰρ ἡ τῆς νάρδου ῥίζα, θυλακώδης τῷ εἴδει· διὸ καὶ παρά τινων θυλάκιον τῆς νάρδου ὀνομάζεται.

Αἱ ἐξοχαὶ αὐξάνουσι Κέστρου, ποταμοῦ Παμφυλίας ἢ Κιλικίας.

Τὸ σμυρνεῖον παραπλήσιόν ἐστι νάρθηκι, τὸ δὲ σπέρμα πράων ἔχει, ὀσμὴν δὲ σμύρνης. Αἴνυσο· λάβε.

Τὸ δ’ ἴριδα ὤφειλεν ἶριν, ὥσπερ ἔριν· εἴη δ’ ὀξυτόνως ἰρὶς, ὥσπερ βολίς· ἢ ὡς Κύπριδα. Λειριόεν κάρη· τὸ τοῦ κρίνου ἄνθημα. Ἀφρὼ ἡ Ἀφροδίτη ἢ ἀφρογενὴς ὑποκοριστικῶς.