Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ψαφαρὸν, αὐχμηρὸν, ξηροὺς δὲ φοίνικας κελεύει εἰς τὸ γάλα μιγνύναι· μίξον δέ φησι τὸ γάλα τοῖς ξηροῖς φοίνιξιν.

Ἄλλοτε δ’ αυαλέης· ἀπὸ κοινοῦ τὸ καταμίσγεο καρπόν· ἀχρὰς δὲ καὶ βάκχη καὶ μυρτίνη εἶδος ἀπίων, ἔστι δὲ καὶ εἶδος ἐλαίας μυρτίνη καλουμένη.

Θηλάζειν φησὶ τὸν πάσχοντα ποτὲ μὲν γυναῖκα, ποτὲ δὲ βοῦν. Ἅτε δὴ βρέφος· ὡς οἷα βρέφος ἀρτιγενὲς, οὕτως ἐμπελάσοι τῷ

δεσμῷ ᾔγουν τῷ μαστῷ. Μοσχηδὸν δὲ δίμην μόσχου, δι’ οὗ σημαίνει τὸ ἁπαλὸν καὶ τρυφερόν· μόσχευμα γὰρ πᾶν τὸ ἁπαλόν. Ὅμηρος (Il. λ, 105).
μόσχοισι λύγοισιν.

Οἵη τ’ ἐξ ὑμένων βράσει ἡ νεαλὴς, ὅ ἐστιν ἡ νεαρὰ μόσχος τὰ οὔθατα ἀνακρούουσα ἐκ τῶν ὑμένων ταράσσει τὴν μενεοικέα χύσιν τῆς θηλῆς, καὶ τὰ ἑξῆς.

Ἔλαιόν φησι θερμὸν λαβὼν βιάζου ἐμεῖν, ἐντιθεὶς τὰς χεῖρας ἢ πτερὸν ἢ ἀπὸ τῶν παπύρων τὸν πρὸς ἔμετον ἐπιτήδειον, τῶν κακῶν φησι τοῦ φάρυγγος ἑλκυστῆρα Ἀνακεφαλαίωσις τῆς θεραπείας τῆς βουπρήστιδος· ἀπὸ συκῆς ξηρῶν σύκων τετριμμένων μετ’ οἴνου πόσις, ἢ μελιζώρου ἱκανὴ πόσις, ἢ γάλακτος καὶ φοινίκων καρποῦ μεμιγμένη πόσις, ἢ ψυκτῆς ἀχράδος ἢ ἄλλων ἀπίων μετ’ οἴνου, ἢ ἵνα θηλάζῃ μαστὸν γυναικὸς ὡς παιδίον, ἢ θερμοῦ ἐλαίου εἰς κόρον πόσις, δεῖ δ’ ἐφ’ ἑκάστῃ πόσει τοὺς δακτύλους χαλᾷν, ἢ πάπυρον, ἢ πτερὰ ἐμβάλλεν εἰς τὸ στόμα καὶ ἀναγκάζειν ἐμεῖν, ὅπως τάχιστα τῆς νόσον ἀπαλαγῇ.

Ἐὰν δὲ θρομβωθῇ, τουτέστι τυρωθῇ τὸ νεαλὲς γάλα, ἤγουν τὸ νεωστὶ ποθὲν, πνιγμὸς ἐπακολουθεῖ εἰς ἓν ἀθροιζομένου τοῦ πόματος ἤγουν τοῦ γάλακτος.

Τρισσὰς δὲ πόσιας ἀντὶ τοῦ τρεῖς μοίρας, μέσας μὲν ὄξεος, δοιὰς δὲ γλυκέος τουτέστι τὰς δύο μοίρας γλυκέος καὶ τὴν μέσην τούτων, τουτέστι τὴν μίαν ὄξους.

Ἀλλὰ καὶ τοῦ ἐκ τῆς Λιβύης σιλφίου τὰς ῥίζας. Ποτῷ ἐγκνήθεο, τουτέστιν ἔντριβε.