Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ομοίως καὶ τοὺς κλάδους τοῦ βάτου· εἴρηται δὲ βάτος διὰ τὸ ἄβατος εἶναι.

Νέα δὲ τέρφη ἀντὶ τοῦ χλωρὰ λέπη καστάνου, τοῦ εὖ τρέ φειν δυναμένου.

Δασυφλοίοιο εἶπε, διότι χνοώδης ὁ ἐντός ἐστι φλοῦς, ἢ τὸ δασὺ πρὸς τὸ στρυφνὸν τοῦ λέπους ἔφη· γράφεται δὲ καὶ λαχυφλοίοιο, ἤτοι ἐλάχιστον φλοιὸν ἔχοντος.

Νείαιραν δὲ σάρκα τὴν ἐσωτάτω λέγει· ἀμφοτέρους γὰρ τοὺς φλοιοὺς ἀφελέσθαι κελεύει· νείαιραν οὖν τὸν ἐνδότερον περὶ την σάρκα ὑμένα, τὸν στύφοντα λέγει. Σκύλος· τὸ δέρμα ἤτοι τὸ ἔνδυμα, ὅθεν καὶ τὸ σκυλεύω, νῦν δὲ τὸ μαῦρον καὶ ξηρὸν λέγει ἔνδυμα· γυμνώσειας δὲ σὺ τοῦ καλῶς τεθραμμένου καρύου ἢ τοῦ καλῶς τρέφοντος τοῦ καστάνου τὰ νέα τέρφη τοῦ δασυφλοίου, τὸ δὲ κάλυμμα, ὅπερ κατὰ τὴν νείαράν ἐστι σάρκα περὶ σκύλος, ἤγουν περὶ τὸ δέρμα καὶ ἔνδυμα τὸ μέλαν, τουτέστι τὸ μετὰ τὴν ἄκανθαν, ἐκεῖνό φησιν ἑψήσας δίδου πιεῖν, οἱονεὶ τὸ στῦφον.

Τὸ Καστανὶς ἔτρεφε, πόλις Θεσσαλίας, ὅθεν τὰ καστάνια ἀπὸ τῆς Καστανίδος γῆς· ἢ Καστανὶς πόλις Πόντου, ὅπου πλεονάζει τὸ καστάνιον. Καστανέα ὄρος Θεσσαλίας, ἐξ οὗ τὰ κάστανα· τῶν δὲ καστάνων τὸ μὲν σαρδιανὸν, τὸ δὲ λόπιμον, τὸ δὲ μαλακὸν, τὸ δὲ γυμνόλοπον.

Τουτέστι τῆς κλοπῆς τῆς ἑστιώσης τὸν νάρθηκα, ἤτοι τὸν κλέψαντα τὴν κλοπὴν τοῦ κλέπτου Προμηθέως· κλοπὴν γὰρ λέγει αὐτὸ τὸ πῦρ.

Φιλόζωον δὲ λέγει τὸν ἕρπυλλον, διότι ἀεὶ ἀνθεῖ καὶ οὐδέποτε φυλλορροεῖ.

Εὐφίμου δὲ τοῦ φιμοῦντος τῇ στύψει, ἤτοι τοῦ στυπτικοῦ.