Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Τὸ τοῦ ἰξοῦ δηλητήριον. Ἰξία δὲ καὶ βούπρηστις σιλφίων γένη μελαινῶν, πινόμενα δὲ κατέχει τὴν τροφὴν, ὡς ἰξός.
Οὐλοφόνον δὲ τὰ οὖλα βλάπτον, ἢ ὅλον φονευτικόν. Ὠκιμοειδὲς δ’ ὅπερ μάλιστα ὡς ὤκιμον ὄζει· ὤκιμον δ’ εἶδος βοτάνης παραπλήσιον ἡδυόσμῳ, ἀλλ’ οὐ δασύ ἐστιν.
Ἐμπλάζεται ἦτορ ἀντὶ τοῦ περιφέρεται τῇ διανοίᾳ, ἤτοι ταράσσεται καὶ ἔμπληκτος γίνεται· καὶ λυσσηθεὶς ἀντὶ τοῦ μανεὶς κατατρώγει τὴν γλῶσσαν αὑτοῦ. Ἰξία γένος ἐστὶ τῆς σίλφης, ἐστὶ δὲ τῇ χροιᾷ μέλαν, τῇ δ’ ὀσμῇ ἐν τῇ πόσει ὅμοιον ὠκίμου σπέρματι, ἤτοι τῆς
βασιλικοῦ πνοὴν ἔχον, ποθὲν δὲ τὸ φάρμακον τοῦτο τὴν μὲν γλῶσσαν οἰδεῖ, φλέγον αὐτὴν, παὶ παραφροσύνην ἐμποιοῦν ἐσθίειν αὐτὴν παρασκευάζει, δίκην δ’ ἰξοῦ τὴν τροφὴν κατέχει, ἔμφραξιν ἐργαζόμενον οὔρου τε καὶ κόπρου, καταπνῖγον δὲ τὸ πνεῦμα περὶ τὰς στενὰς τῶν ἐντέρων ὁδοὺς εἱλεῖσθαι ποιεῖ καὶ δι’ ἕδρας ψόφους παρασκευάζει, ἢ διὰ στόματος ἐρεύγεσθαι δίδωσιν. Τοῦτο τὸ ποτὸν πολλάκις ἐμεῖν παρασκευάζει τὴν τροφὴν παραπλήσιον τοῖς ἄνευ ὀστράκων ὠοῖς τῶν ὀρνίθων, οἷον τοῖς ἀτελέσι καὶ ἐν τῷ ὑμένι οὖσι, τουτέστι νεωστὶ τεθρομβωμένοις ἐν τοῖς ἐγκάτοις αὐτῶν καὶ ὑμένας μόνους ἔχουσιν.Εἰκῆ· ἀδιαχώριστόν φησι γίνεται, εἰκῆ καὶ ἄνευ λόγου ἐντὸς ἐνειλούμενον τὸ πνεῦμα ψόφον ἀποτελεῖ.
Ἐν ὀλίγῳ δὲ φυσήματι ἑλίσσεται, τουτέστιν ἐν μικρῷ πνεύματι ταράσσεται· μικρὸν γὰρ τὸ πνεῦμα εὐθὺς ἀπολύει. Ὀγμῷ τῷ ἀναφερομένῳ πνεύματι, ἄρτι δὲ καὶ τῷ φερομένῳ, λέγει δὲ καὶ τοῦ φυσέλου, οὗ τὴν ὑπερβολὴν εἴκασε βροντῇ, φαντασίαις δὲ βροντῶν ἢ ἤχων θαλασσίων· ἢ ὁποῖος ῥόχθος ἐπηχεῖ ταῖς σπιλάσιν· πολλάκις δὲ φησι ταῖς βρονταῖς τοῦ Ὀλύμπου ὁμοιούμενος, ποτὲ δὲ τοῖς ἤχοις τῆς θαλάσσης παραπλήσιος ὤν.
Ἀνομβρήεντος δὲ πολυόμβρου, ὥς φησιν Ὅμηρος (Od. ζ, 20 43 et 44)·
οὐδέ ποτ’ ὄμβρῳ. δεύεται
Στρευγομένῳ· ἐλαυνομένῳ ἢ συνεχομένῳ, οἱ δὲ γλωσσογράφοι κατὰ στράγγα ἀπολλυμένῳ.
Λύματα δ’ ἀκαθαρσίας ἀντὶ τοῦ καθάρματα· τὰ πινόμενά φησι τῶν φαρμάκων παρασκευάζουσι διεφθορυῖαν τὴν τροφὴν παραπλησίαν τοῖς ἄνευ λεπύρου τικτομένοις καὶ διεφθαρμένοις ὠοῖς· πολλὰ γὰρ διά τινα πληγὴν ἢ περίστασιν ἐκβάλλει ἡ ὄρνις χωρὶς τοῦ κελύφου τῶν ὠῶν.