Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἐπισχομένοιο δὲ, καταποθέντος.
Ἀνερεπτόμενον, ἤγουν ἀνερευγόμενον τῇ περιτρίψει. Συρμῷ δὲ, τῇ ζέσει καὶ τῇ ὀλεθρίᾳ καύσει τὸν στόμαχον ἑλκωθέντα.
Ἀπήμεσε δ’ ὥσπερ θολερὸν πλύμα ἀπὸ κρεῶν ὁ μάγειρος ἐκχέει, τοιοῦτόν φησι ῥυπαρὸν καὶ ὄζον, συναποβάλλει δὲ καὶ ἡ νηδὺς μεμιασμένα ἀποπατήματα, ἤγουν ἀφρώδη.
Πολλάκις μὲν καὶ τῆς φηγοῦ φησι τὴν χαίτην βάλλοις ὁμοῦ τοῖς ἀκύλοις, τουτέστι τῷ καρπῷ. Οὐλάδα δὲ τὴν ὑγιαστικήν (Od. ω, 402)·
οὖλέ τε καὶ μέγα χαῖρε.
Ἤγουν σὺν αὐταῖς ταῖς βαλάνοις· διαφέρει γάρ φησι δρῦς καὶ φηγὸς, εἰ μή που φηγὸν τὴν πρῖνον εἶπεν· ἄλλη γὰρ δρῦς, καὶ ἄλλη φηγὸς, καὶ ἄλλη πρῖνος, τὰ δὲ τρία δρύες καλοῦνται.
Οὗτος ὁ φαρμαχθεὶς τούτου κορεσθείη καὶ ἐν τῷ στόματι κατάσχοι.
Τὸ δὲ πολύγονον βοτάνη ἐστὶν ἐν τῷ πίνεσθαι ἐντατική· ἢ τὰ ῥιζεῖα τοῦ πολυγόνου γάλακτι ἑψηθέντα καὶ κατατριβέντα βοηθεῖ.
Τὸ δ’ ἀμπελόεις ἀμπελοέσσας· ὁ τρόπος μετάληψις, ἄλλοι δ’ αἰτιατικὴν πληθυντικῶν φασιν εἶναι ὁμόφωνον τῇ εὐθείᾳ, αἱ ἀμπελόεις γάρ ἐστιν, ὡς τὰς πανηγύρεις αἱ πανηγύρεις.