Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἰρινέου δὲ τοῦ ἀπ’ ἴριδος γινομένου μύρου

Ἀκροσφαλὲς τὸ ἄκρως σφαλερόν.

Γερραῖοι ἔθνος Ἀραβίας ἀπὸ Γέρρας, μιᾶς αὐτῶν πόλεως. Νομάδες δὲ νομάδα βίον ἔχοντες· τούτῳ φησὶ τῷ τοξικῷ οἱ ἐν τῇ Γέρρᾳ τῆς Ἀραβίας καὶ οἱ περὶ τὸν Εὐφράτην πρὸς τὰς αἰχμὰς αὐτῶν χραίνουσιν, ὅ ἐστι βάπτουσιν. Οἱ Γερραῖοι τῷ τοιούτῳ φαρμάκῳ βουλόμενοι χρῆσθαι καὶ τοὺς αὐτὸ προσενεγκαμένους τοῖς εἰρημένοις βοηθήμασιν ἰᾶσθαι, οὕτω δοκιμάζουσι τὰ ἀλεξιφάρμακα· μέρος τοῦ ἑαυτῶν

ποδὸς χαράξαντες αἷμα ἀφιᾶσι, καὶ εὐθὺς προσάπτουσι τὸ φάρμακον· ἐὰν γοῦν ἀναδράμῃ διὰ τοῦ αἵματος, τάχιον τοῖς βοηθήμασι τούτοις καθαίρουσιν αὐτὸ, πρὶν ἐμπεσεῖν τὸν ἰὸν εἰς τὴν καρδίαν.

Ἔρφος δὲ τὸ δέρμα, ὅπερ οἱ Ἴωνες στέρφος λέγουσιν· διὸ καὶ στερφῶσαι λέγομεν ἐν τῇ συνηθείᾳ

Μηδείης· ἤτοι τὸ ἐφήμερον σκευαστικόν ἐστι φάρμακον, ὃ καλεῖται κολχικὸν, ὃ βαρβαρικὸν, ὃ καὶ οἱ βάρβαροι νάφθαν καλοῦσιν, ὃ οἱ χριόμενοι ἢ ἱμάτιον ἀληλιμμένον ὑπ’ αὐτοῦ φοροῦντες ἢ ἄλλο τι, ἐὰν ἔναντι ἡλίου στῶσιν, ὡς ὑπὸ πυρὸς κατεσθίονται δαπανώμενοι· ἔστι γὰρ καυστικὸν, δοκεῖ δ’ ἡ Μήδεια τὴν κατασκευὴν αὐτοῦ εὑρηκέναι, διὸ καὶ κολχικὸν λέγεται· οἱ δ’ ἶριν αὐτὸ προσαγορεύουσιν, ἄλλοι φαρικὸν, ἕτεροι ἐφήμερον, ὅτι ἐν αὐτῇ τῇ ημέρᾳ ᾗ ποθῇ ἀναιρεῖ· γίνεται δὲ παρὰ τὸν Ὕπανιν τὸν ποταμόν· τοῦτο γεννᾶται ὄρθρου, μαραίνεται δὲ περὶ μεσημβρίαν· ἢ διὰ τὸ ἡμέραν ὅλην μὴ δύνασθαι ἐξαρκεῖν τοὺς πιόντας αὐτό· τοῦτο οὖν τὸ ἐφήμερον ἐν μὲν τῇ γεύσει εὐθὺς τὰ εἴσω τῶν χειλέων κινεῖ πρὸς κνησμὸν, ὡς ἀπὸ γάλακτος συκῆς, ἢ σκίλλης ἢ κνίδης, ἐν δὲ τῇ καταπόσει ἐσθίον τὸν στόμαχον καὶ δηγμοὺς ἱκανοὺς παρέχον βάρος εἰς αὐτὸν ἐνίησιν, ἔπειτα σφοδρῶς αὐτον καταξέσαν ἑλκοῖ τοσοῦτον, ὥστε ποτὲ μὲν ἐμεῖν ὅμοιον πλύματι κρεῶν θολερῶν, ποτὲ δὲ κόπρον προϊέναι· βοηθεῖ δὲ τοῖς πεπωκόσι τὸ φάρμακον γάλα ποθὲν, ἐναποβεβρεγμένων εἰς αὐτὸ δρυὸς φύλλων· ποιοῦσι καὶ τὰς περὶ τὴν κεφαλὴν θάλψεις· ἢ γάλακτος βοείου προσαγωγῇ, τοῦ μὲν πινομένου εἰς κόρον θερμοῦ, τοῦ δ’ ἐν τῷ στόματι τηρουμένου· βοηθεῖ δὲ καὶ ὁ βλαστὸς τοῦ πολυγόνου, ἢ καὶ ἡ ῥίζα κατακοπεῖσα καὶ ἐν γάλακτι ἑψηθεῖσα, ἢ ἐν ἀποβρέγματι μήλων, ἢ κυδωνίων, ἢ στυπτικῶν μύρτων, ἢ ἑλίκων ἀμπέλου, ἢ βάτου κλάδων, καὶ τοῦ ἑρπύλλου τὰ φύλλα ἑψηθέντα ἐν ἀποβρέγματι τῶν ἐντοσθίων τοῦ νάρθηκος, ἢ σαρδιανῶν βαλάνων, καὶ ποθέντα βοηθεῖ, καὶ ἡ ἐντεριώνη τοῦ νάρθηκος τετριμμένη ποθεῖσα, βοηθεῖ δὲ καὶ ἡ ὀρίγανος λειανθεῖσα.

Νιφόεντι λευκῷ, οἷα τῷ ὀπῷ τῆς συκῆς.

Σπειρώδεϊ δὲ σπερματώδει ἢ πολλαῖς περιβολαῖς περικαλυπτομένῃ· αὕτη γὰρ ἡ βοτάνη ἐν τῇ κεφαλῇ τὸ σπέρμα ἔχει· ἢ σπειρώδεϊ τῇ πολλὰ σπεῖρα, ἤγουν ἐνδύματα, ἐχούσῃ.

Ἤγουν τὴν ἁπαλὴν σάρκα ἐπυράκτωσεν.