Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Σίνεα· τὰς σινωτικὰς ἀκάνθας ἀποβαλὼν, ἢ μᾶλλον τὰ δέρματα τῶν μήλων λεπίσας.

Ἐπήβολα, ἤγουν μέτοχα τοῖς ἡμετέροις χωρίοις, τουτέστι τὰ τοῖς ἡμῶν κλήροις ἤγουν κήποις ἐπιβάλλοντα, οἱονεὶ τὰ ἡμέτερα.

Ἐνεψιήματα δὲ τὰ παίγνια· παίζουσι γὰρ αἱ κόραι καὶ τέρπονται τοῖς μήλοις.

Καὶ τὰ στρούθεια δ’ εἴδη μήλων, οἱ δέ φασιν εἶδος βοτάνης, τὸ δὲ κυδώνιόν φησι μῆλον. Κυδῶνος, τοῦ στυπτικοῦ κυδωνίου, ὃ μάλιστα ἐν τῇ Κρήτῃ φύεται.

Ἐκόμισαν δ’ ἄναυροι, τουτέστιν ἔθρεψαν αἱ ὂχθαι τῶν ποταμῶν τὰ κυδώνια.

Ἅλις δ’ ἀντὶ τοῦ ἱκανῶς, καὶ ἀολλέα ὁμοῦ κόψας.

Ὀσμήρεα, ὀδμὴν ἔχουσαν, εὐώδη.

Ῥοδέοις, τοῖς ῥόδοις, ἢ ῥοδίνου ἐλαίου. Καὶ θυόεν μαλλοῖσιν ἀφύσσων παῦρα λίπος ἀντὶ τοῦ θυόεν τὸ εὐῶδες ἐν τοῖς ῥόδοις ἔλαιον ἤτοι τὸ ῥόδινον στάζε μετ’ ἐρίου εἰς τὸ στόμα αὐτοῦ.