Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Πεμφρηδὼν δὲ ζῶόν ἐστι τῶν σφηκωδῶν, μεῖζον μὲν μύρμηκος, μελίσσης δ’ ἔλασσον, ἐπτέρωται δὲ καὶ ποικίλην ἔχει λευκῷ καὶ μέλανι τὴν ἐπιφάνειαν, τοῦτο δὲ κατὰ τὴν ὀρεινὴν νεμόμενον δρέπεται ἀπὸ τῶν ἐν τοῖς ἄγκεσι θάμνων παντοῖα ανθη, καὶ φερόμενον εἰς
τὰς κοίλας καθίπταται δρῦς. Καὶ αἱ βεμβίδες δὲ τῶν σφηκωδῶν εἰσιν εἶδος μελισσῶν, ἅς ἔνιοι βέμβικας καλοῦσι· ταῦτα δὲ πάντα εἴδη μελισσῶν εἰσιν, ἅ δὴ ἐπινέμεται πεπείρους ὄντας τοὺς βότρυας.Κηκὰς δ’ ἡ ἀλώπηξ, ἤτοι κακωτικὴ, κακοποιὸς, κακοῦργος ἢ χλευαστική· Καλλίμαχος·
κηκάδι σὺν γλώσσῃ·
Κωνείου. Τοῦτο οἱ μὲν κορίαννον, οἱ δ’ ἀννησοειδὲς καλοῦσι, σημεῖον δὲ τούτου τὸ καρηβαρεῖν. Φοινὸν δ’ ἀντὶ τοῦ πεφοινιγμένον ἢ ὀλέθριον, φόνιον, κατὰ πλεονασμὸν τοῦ ι.
Σφαλλόμενοι δὲ τοῖς σκέλεσι ταῖς χερσὶ βαδίζουσιν, ὅ ἐστι πίπτοντες ἐπερείδονται αὐταῖς.
Ἢτοι τὰ ἐσωτέρω καὶ κατωτέρω τοῦ στόματος.
Αἱ ἀρτηρίαι φησὶ μεγάλως σφύζουσιν, αἳ πρὶν ἐρρωμέναι συστέλλονται.
Ἀτίζει δ’ ἀντὶ τοῦ ἀτενίζει, βλέπει νῦν, ἢ ἕλκει, ὅ ἐστι σπᾷ τὸν ἀέρα καὶ ὀλίγον ἀναπνεῖ, εἰ καὶ ἐπὶ τῆς ταραχῆς αὐτὸ τέθεικεν Ὅμηρος εἰπών (Il. ζ 468)·
πατρὸς φίλον ὄψιν ἀτιχθείς.γράφεται καὶ ἀλύξει, οἷον· ἠέρα παῦρον ἀλύξει.
Κατηβολέων· λειποθυμῶν, τὴν ὑστάτην εἱμαρμένην ἔχων, ὁ δ’ οἷα ἐν καταβολῇ ὢν καὶ κάτω διὰ λειποθυμίαν βλέπων, ὀλίγον ἀέρα διὰ τῆς ἀναπνοῆς ἕλκων, τὸν θάνατον ὁρῶν, καταπίπτων.