Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἀργεστὰς, οἱονεὶ τοὺς ἀνέμους. Ἀχύνετον δὲ τὸ πολύχυτον· τὸ γὰρ α ἐπιτατικόν ἐστιν· ἐκτίθεσθαι οὖν βούλεται διὰ τούτων καὶ Ἡράκλειτος, ὅτι πάντα ἐναντία ἀλλήλοις ἐστὶ κατ’ αὐτόν.

Ἀκοσμήεσσα ἡ ἀκόσμιος, ἡ ἄτακτος, ἡ μὴ κοσμίως κινουμένη. Φιλοργὸς δὲ διὰ τὸ ῥοῶδες, ἡ φιλοῦσα ὀργίζεσθαι καὶ ὀργᾷν καὶ μαίνεσθαι διὰ τὰς τρικυμίας.

Δεσπόζει νηῶν· τῇ γὰρ θαλάσσῃ ὑπόκεινται τὰ πλοῖα, τῷ δὲ πυρὶ ἡ ὕλη. Ἐμφθορέων δ’ αἰζηῶν, τῶν ἐν θαλάσσῃ φθειρομένων.

Ἡ δ’ ὕλη ὑπακούει καὶ πείθεται κατὰ τὸν θεσμὸν τοῦ ἐχθομένου πυρὸς, οὐ καθόλου δὲ τὸ πῦρ ἐχθόμενον λέγει, ἀλλὰ τῇ ὕλῃ ἐχθόμενον διὰ τὸ ἀφανίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ.

Ἀτμένιον· πολυδούλευτον καὶ πολυκατέργαστον ἤτοι τὸ μετὰ πολλοῦ καμάτου γενόμενον διὰ τὴν τοῦ ἐλαίου σκευασίαν, ἢ ὃ οἱ δοῦλοι καὶ οἱ γεωργοὶ κατεσκεύασαν· οἱ δὲ τὸ θαλάσσιον ὕδωρ, ἐπεὶ καὶ ἀνωτέρω εἴρηται· ἥν τε καὶ ἀτμεύειν (172)· κελεύει δ’ ἔλαιον μιγνύντα μετ’ οἴνου νεωστὶ πεπατημένου πίνειν, ἡ χιόνα μετὰ γλεύκεος.

Ζάγκλῃσι· ταῖς δρεπάναις τῶν τρυγητῶν.

Ῥυσαλέην δὲ τὴν ἐρρυσσωμένην, ἤτοι τὴν πεπανθεῖσαν καὶ πέπειρον. Ἑδανοῖο τοῦ ἡδυτάτου, τοῦ γλεύκους Ψιθία δ’ εἶδος ἀμπέλου, ἥτις καὶ πραμνία λέγεται. Ἑλίνοιο, τοῦ κλάδου τῆς ἀμπέλου.

Κείροντες· κόπτοντες πατοῦσι καὶ πιέζουσι τῷ καιρῷ, ὅτε ῥοιζηδὸν αἱ μέλισσαι ἐπὶ ταῖς ῥαξὶ τῶν βοτρύων πεσοῦσαι νέμονται τὸ γλεῦκος.