Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Τεῦχος κατασκεύαζε ἐμβαλὼν ἀντὶ τοῦ παραπέμψας· ἐν δὲ τῷ μὴ λέγειν κλυστῆρα ποῖον, δῆλον ὅτι κοινὸν λέγει.

Δάφνης δὲ Τεμπίδος· Θεσσαλικῆς, διότι πρῶτον ἐκεῖ εὑρέθη τὸ φυτὸν, κατέστεφε δὲ χαίτην Δελφίδα εἶπε διὰ τὸ τὴν κόρην διωκομένην ὑπ’ Ἀπόλλωνος εἰς τοῦτο τὸ φυτὸν μεταβληθῆναι, ἐξ οὖ ἔχει καὶ τὸ ὄνομα. Δάφνη γὰρ ἡ κόρη ἐλέγετο, καὶ Ἀπόλλων ἰδὼν αὐτὴν μεταβληθεῖσαν εἰς τὸ φυτὸν ἐξ αὐτοῦ τοῦ φυτοῦ ἐστέψατο, λέγει δέ· ἢ ἀπὸ δάφνης κατὰ κοινοῦ πόσιν δίδου, τουτέστι δαφνέλαιον δὸς πιεῖν.

Κνίδην λέγει τὴν ἀκαλήφην, εἴρηται δ’ ἀμφότερα διὰ τὸ κνήθειν· καὶ γὰρ ἡ ακαλήφη παρὰ τὸ κάλφεσθαι· ἔστι δὲ καὶ θαλάσσιον ζῶον ἀκαλήφη λεγόμενον· φησὶ γοῦν ὅτι καὶ κνίδης σπέρμα σὺν πεπέρει λεάνας διὰ τὸ σφόδρα θερμαντικὸν δίδου χρῆσθαι.

Ἐμπευκέι ὀπῷ χράνας ἀντὶ τοῦ μίξας τῷ πικρῷ ὀπῷ, λέγει δὲ τῷ κυρηναϊκῷ.

Τὸ ἀπὸ τῆς ἲριδος βοτάνης γινόμενον ἔλαιον, ἴρινον δὲ μύρον λέγει· αὕτη ἡ βοτάνη εὔπνους ἐστί· παραλέλοιπε δὲ τῆς πόσεως τὴν ποσότητα.

Κελεύει δὲ καὶ σιλφίου ῥίζαν τρίψαντα μετὰ λευκοῦ ἐλαίου παρέχειν πίνειν· τὸ δὲ σίλφιον καὶ ῥιζίον Κυρηναϊκὸν καλοῦσί τινες, ἐξ οὗ γίνεται ὀπὸς, νῦν δὲ περὶ τοῦ ῥιζίου φησίν.

Μελιζώρου ἀντὶ τοῦ μελικράτου.

Καὶ γάλακτος δὲ τὸ ἀφρῶδες, τουτέστι τὸ ἐπιπόλαιον καὶ πεπηγὸς ὡς ἀφρὸς νέμε, ἐπὶ πυρὸς θάλψας τὸ τεῦχος ἠρέμα, ὅ ἐστι θερμάνας, τουτέστιν ἵνα χλιάσῃς αὐτόν.