Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἀφραδέως δ’ εἶπεν, ὅ ἐστιν ἀφρόνως καὶ ἀπείρως· τὸ γὰρ χύλισμα τοῦ κορίου τῆς γεύσεως ἀλλότριον ὑπάρχον οὐ δύναται λαθεῖν διδόμενον, εἰ μή τις αὐθαιρέτως αὐτὸ βουληθείη λαβεῖν ἐν καιρῷ περιστάσεως.

Λαβράζουσι· ἐν τῷ δήμῳ λάβρως φωνοῦσιν· καὶ Ὅμηρος (Il. ψ 474)·

τί πάρος λαβρεύεαι;
καὶ Αἰσχύλος (Prometh. 327)·
μὴ λαβροστόμει.
Παραπλῆγες δ’ ἀντὶ παράφρονες, τὸ δ’ ἑξῆς παραπληγέες τῷ οἴστρῳ, ὁ δ’ οἶστρος ζῶόν τί ἐστι παραπλήσιον μεγίστῃ μυίᾳ, κέντρον ἔχον ἐπίμηκες.

Ὀξὺ δὲ μέλος τὸ διατεταμένον καὶ μέγα. Ἀταρμύκτῳ ἀφόβῳ, ἀπὸ δὲ τοῦ τάρβους καὶ τοῦ μύειν συντέθειται ἡ λέξις.

Πράμνιος δ’ οἶνος ἀπ’ ἀμπέλου πραμνίας, ἣν καὶ ψιθίαν τινὲς καλοῦσιν. Αὐτοκρηὲς δ’ ἀντὶ τοῦ αὐτοκέραστον, ἀμιγὲς, ἄκρατον.

Ἀντὶ τοῦ πεπληρωμένον τοῦ θαλασσίου ὕδατος τὸ τρυβλίον.

Γράφεται καὶ ἀλαλὴν, ἤτοι ὅτι ἐστέρηται τοῦ λαλεῖν, ἢ ὅτι

χωρὶς στεναγμοῦ τίκτει. Ορταλίχων νῦν τὰς ὄρνιθας λέγει· οὐ γὰρ τὰ νήπια ὠοτοκεῖ, ἀλλὰ τὰ τέλεια, κελεύει δὲ τὸ ὠὸν κενῶσαι, καὶ ἀφρὸν θαλάσσης συμμιγνύντα κεράσαι, ὅστις ἀφρὸς τροφὴ τοῦ κέπφου ὢν καὶ θανάτου αὐτῷ παραίτιος γίνεται· οἱ γὰρ ἁλιεῖς χερσὶ τὸ θαλάσσιον ὕδωρ ἀνακλύζοντες ἀφρὸν προσενεγκεῖν καταναγκάζουσι, καὶ τοῦτον δολίως τῷ κέπφῳ προτείνουσιν, ὁ δὲ τὸν ἀφρὸν λαβεῖν ἐφιέμενος εἰς τὰς χεῖρας αὐτῶν ἔρχεται καὶ οὕτω θηρεύεται· ὁ δὲ κέπφος θαλάσσιόν ἐστιν ὄρνεον παραπλήσιον λάρῳ, ὅπερ ὡς εἴρηται ὑπὸ τῶν ἁλιέων ἁλίσκεται· χραινόντων γὰρ καὶ ποιούντων ἀφρὸν προσέρχεται τῷ ἀφρῷ, καὶ οὕτως ἁλίσκεται. Ἁπαλὴν δ’ ὠδῖνα τὴν στερουμένην βίας, ἐπεὶ τίκτουσιν ἄνευ ἀλγηδόνος

Ἀγλεύκην· ἀγλυκῆ καὶ πικρὰν καὶ ἐστερημένην γλεύκης, ὅ ἐστι γλυκύτητος.

Ἀτμεύειν δὲ δουλεύειν, ὑποκεῖσθαι· ἀτμένες γὰρ οἱ δοῦλοι ὅτι δὲ δουλεύει ἡ θάλασσα καὶ τὸ πῦρ ἀνέμοις, κατὰ θεῖον νόμον δηλονότι, τοῦτο δὲ καὶ Ἡράκλειτος καὶ Μενεκράτης εἴρηκεν.