Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἰάμνων δὲ τῶν ἰαμενῶν, ἤτοι τῶν συμφύτων χωρίων.
ψίλωθρον: βοτάνη ἐστίν, ἥτις καὶ καρκίνωθρον καὶ κλῆμα καλεῖται. πολυθρήνου δὲ πολυθρηνήτου. γράφεται καὶ φιλοθρήνου ἀντὶ τοῦ πολυθρήνου, ἤτοι τῆς φιλούσης τὸν θρῆνον, ὅτι
Ἀπόλλων πολλὰ ἔκλαυσε τὸν Ὑάκινθον τὸν Ἀμύκλου καὶ Διομήδης νύμφης.ὃν Φοῖβος: Ἀμύκλου καὶ Διομήδης παῖς ἐγένετο ᾧ ὄνομα Ὑάκινθος. τοῦτον ἠγάπησεν ὁ Ἀπόλλων σφόδρα, ὥστε καὶ συγγυμνάζεσθαι αὐτῷ καὶ συμπαίζειν. δισκευόντων οὖν αὐτῶν ποτε λαβὼν ὁ Ἀπόλλων τὸν δισκὸν καὶ ἀφεὶς ἄκων κατήγαγεν αὐτὸν ἐπὶ τῆς κεφαλῆς τοῦ Ὑακίνθον καὶ οὕτως αὐτὸν τὸν τριπόθητον ἀπέκτεινεν, ὃν πάνυ πολλὰ ἐθρήνησεν ἀποθανόντα. ἐκ τοῦ αἵματος οὖν αὐτοῦ ἀνέφυ ἡ βοτάνη, ἣν καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὑάκινθον ἐκάλεσε. τοῦτο οὖν ἐστιν ὅ φησι φιλοθρήνου ὑακίνθου. σόλος δὲ ὁ δισκός. ὁ ἐκ πέτρας, φησί, σόλος ἀφαλλόμενος ἐνέπεσε κόρσῃ, τουτέστι τῇ κεφαλῇ. κάλυμμα δὲ τὸν περὶ τὸ κράνιον ὑμένα.
ὀπὸν νῦν τὸν Κυρηναικόν φησι, δάκρυα δὲ τὸν χυλόν.
τρισσοῖς δὲ ὁλκήεσσι, τουτέστι τριπλοῖς ὀβολοῖς.
Ὁλκήεσσιν ἰσοζυγέων: τουτέστι τοῖς ὀβολοῖς ὁλκήεσσιν ἰσόσταθμον στήσας τῷ ἀπὸ τοῦ τριφύλλου.
Πολλάκι κρῆθμον: ἤτοι λάχανόν ἐστι. καὶ γὰρ μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ. κεροειδέα δέ, ἐπεὶ κερατοειδές ἐστι τὸ φυτόν, ὁ ἕρπυλλος, τοῖς φύλλοις.
ἐνικνήθεο ῥίζας: τουτέστι τρῖβε τὰς ῥίζας τοῦ σιλφίου μετὰ οἴνου. Λιβυκὰς γὰρ ῥίζας τὸ σίλφιόν φησι, διότι πολύ ἐστιν ἐν τῇ Λιβύῃ.