Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἠ ὲ σίδας: ἐν Ὀρχομενῷ φησι Θεόφραστος (hist. plant. IIII 101, sqq.) ῥίζαν φύεσθαι, φυτόν τι ἐν τῷ ὕδατι λεγόμενον σίδην τηλίκον ὅσον μήκων. ἔχει δὲ κόκκους ἐρυθροὺς ὁμοίους ῥοίᾳ, στρογγυλωτέρους δέ. ψαμαθηίδας δὲ εἶπεν, ἐπειδὴ διαφόρως ἄμαθον
τὴν παρὰ τοῖς ποταμοῖς ἢ τῇ θαλάσσῃ ψάμμον λέγουσιν. ἢ γραπτέον Ψαμαθηίδα. Ψαμάθη γὰρ κρήνη τῆς Βοιωτίας. φυτὸν δέ ἐστιν ἐν Βοιωτίᾳ παρόμοιον ῥοιᾷ. φασὶ δὲ τὰς σίδας βρωσίμους εἶναι. ἔστι δὲ πάλιν τόπος τῆς Βοιωτίας Ψάμαθος λεγόμενος.ἃς τρέφει αἶα: γράφεται καὶ ἅστε Τρόφεια Κῶπαί τε, ἵν’ ἦ ἅστινας ἡ Τρόφεια καὶ αἱ Κώπαι, αἵ εἰσι πόλεις τῆς Βοιωτίας, περὶ τὸ λιμναῖον ὕδωρ ἐθρέψαντο, ὅπου ὁ ῥοῦς τοῦ Κνώπου καὶ τοῦ Σχοινέως βάλλει καὶ φέρεται. Σχοινεὺς δὲ καὶ Κνῶπος οἱ δύω ποταμοὶ Βοιωτίας εἰσί. Κνῶπος δὲ ὁ Ἰσμηνὸς εἴρηται ἀπὸ Κνώπου τοῦ Ἀπόλλωνος. ἔστι δὲ καὶ πόλις Κνῶπος, δι’ ἧς φέρεται ὁ Ἰσμηνὸς ποταμός.
ὅσσα θ’ ὑπ’ Ἰνδόν: καὶ ὅσα, φησίν, ὑπὸ τὸ Ἰνδὸν χεῦμα τοῦ Χοάσπου πιστάκια ἀμυγδαλόεντα φαίνεται ἐν τοῖς ἀκρεμόσι.
καυκαλίδας δὲ τὰ λέπη τῶν πιστακίων λέγει ἢ βοτάνης ἄλλο γένος.
φιμώδεα μύρτα: ἤγουν τὸν καρπὸν τῆς μυρσίνης φησί. στυφὸς δέ ἐστι καὶ τρώγεται καὶ τῇ στυφότητι δεσμοῖ καὶ φιμοῖ τὸν λαιμὸν καὶ τὸ στόμα. φιμώδεα δε μέλανα ἢ στυπτικά. στύπτει γὰρ τὰ χείλη καὶ φιμοῖ τὸν τρώγοντα
σὺν χλοεροῖς: λείπει ὁ καί σύνδεσμος ἀντὶ τοῦ καὶ σὺν τούτοις βάλοις τὴν βαρύοδμον καλουμένην.
καὶ ἡ μελίλωτος δὲ βοτάνη ἐστίν, ἣν λαμβάνουσι καὶ εἰς τοὺς στεφάνους.
καὶ οἰνάνθη βοτάνη ὁμοία σταφυλίνῳ, ἣν καταψήχουσιν, ἤγουν συντρίβουσιν, οἱ νομεῖς καὶ περιβάλλουσι ταῖς αἰξίν.
λυχνὶς ἔνερθε: τὴν ἀγρίαν λυχνίδα φησίν. αὕτη συμβάλλεται τοῖς ὀφιοδήκτοις καὶ σκορπιοδήκτοις.