Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἐξ ὧν σύ ποτε μὲν μικτῶς πάντα, ποτὲ δὲ χωρὶς ἕκαστον μίξας ἐν φιάλῃ μετ’ ὄξους ἢ οἴνου ἢ ὕδατος, πολλάκις δὲ καὶ μετὰ γάλακτος πῖνε.

ἢν δέ σ’ ὁδοιπλανέοντα: ἐὰν δὲ συμβῇ σε ὁδοιποροῦντα πληγὴν ἀναδέξασθαι, τὸ τηνικαῦτα σὺ ὁ πληγεὶς λάβε τὰς παρατυγχανούσας ῥίζας ἢ ποίας δήποτε καὶ λαβὼν διαμασῶ, καὶ τον μὲν χυλὸν ἔκβαλε, τὰ δὲ μασηθέντα βοτάνια ἐπιτίθει, καὶ οὕτω θεραπευθήσῃ καὶ φεύξῃ τὴν ὀδύνην.

κατασπέρχῃ δὲ ἀντὶ τοῦ κατεπείγῃ τῇ ὀδύνῃ καὶ καταπονῇ.

μαστάζειν ἀντὶ τοῦ μάσταζε. ἔστι δὲ μασῶ ταῖς σιαγόσιν.

ὄφρα ὀδύνην καὶ κῆρα: ὅπως τὴν ὀδύνην καὶ τὴν βλάβην τὴν κατεπείγουσάν σε ἐκφύγῃς.

ναὶ μὴν σικύην: ἤτοι τὴν χαλκῆν ἢ σιδηρᾶν σικύαν λέγει, μεθ’ ης σικυάζουσιν οἱ ἰατροὶ καὶ ἐκσύρουσι δι’ αὐτῆς τὸ πληχθὲν αἷμα. καὶ ἐνταῦθα οὖν σικυάσαι κελεύει, ἵνα ἐκσύρῃς τὸν ἰόν.

ἢ τὸν τῆς συκῆς, φησι, γαλακτώδη ὀπὸν ἔμβαλε τῷ τύμματι. ἢ

σίδηρον καυστειρὰν θαλφθεῖσαν ὑπὸ στέρνοις καμίνου, τοῖς στέρνοις πυρακτωθεῖσαν, ἔμβαλε τῇ τύψει. σημειωτέον δὲ ὅτι τὸν σίδηρον θηλυκῶς εἶπε. κελεύει δὲ χρήσασθαι κατὰ τόπον τῇ σιδήρου καύσει, ἵνα καύσῃ τὸν ἰὸν καὶ τὴν δηχθεῖσαν σάρκα.

αἰγὸς ἐνίπλειον δέρος: τὸν ἀσκὸν λέγει. κελεύει δὲ ἐν αἰγείῳ ἀσκῷ οἴνου ὄντι πεπληρωμένῳ ἀποδῆσαι ἔσωθεν τὸ πληχθὲν μέρος.