Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
πολυανθέα γλήχων: ἀποκοπή ἐστι τῆς γλήχωνος γενικῆς. γράφεται καὶ σὲ δ’ ἂν γλήχων πολυανθέα.
σπέρμ’ ὀλοὸν κνίδης: ἡ ἀκαλήφη λέγεται κνίδη παρ’ Ἀθηναίοις καλουμένη. κνησμὸν δὲ τῷ ἐφαψαμένῳ ποιεῖ. ἑψία δὲ τουτέστι παίγνιον· καὶ Ὅμηρος (Od. Ρ 530) ἑψιαάσθων. παίζουσι γὰρ τῷ σπέρματι ταύτης οἱ νεώτεροι ἐν παιδιᾷ, ὡς ἀστραγάλοις· ἢ ὅτι παίζοντες τύπτουσι μετ’ αὐτῆς ἀλλήλους.
νιφόεν: ἢ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν· καὶ γὰρ ἡ σκίλλα ψυχρᾶς ἐστιν ἐνεργείας· ἢ τὸ λευκόν, οἷός ἐστιν ὁ νιφετός· τὸ γὰρ τῆς θηλείας σκίλλης κάρα λευκόν ἐστι.
ὁμοκλήτοιο δὲ ὁμωνύμου, τὸ λεγόμενον δρακόντιον.
ἠ δ’ ὅσα πεῦ και στρόμβοισι ναπαίοις: τοῖς συνεστραμμένοις καὶ βαθέσι κοιλώμασι τοῖς ἐν ταῖς νάπαις. Ἄλλως. ἡ σύνταξις, ἠδ’ ὅσα πεῦκαι ἀγρότεραι καὶ ναπαῖαι τοῖς στρόμβοις ὑπεθρέψαντο. στρόμβους δέ φησιν ἀντὶ τοῦ κωνοειδῆ καρπὸν τῆς πεύκης. ὅμοιος γάρ ἐστι τοῖς στροβίλων κώνοις.
ἀβληχρέος δὲ τοῦ σκορπιούρου. καὶ γὰρ ἀβληχρέος εἶπεν ἐπὶ τῆς ῥίζης, ἐπειδὴ τοῦ σκορπίου θεραπευτική ἐστιν, ἢ διὰ τὸ βλήχεσθαι ποιεῖν διὰ τὰς ὀδύνας.
Ἔγχλοα ῥίζαν θηρὸς ἰσαζομένην τμήξας: τουτέστιν ἰοβόλῳ κέντρῳ, ἤτοι τῇ οὐρᾷ. ἐν γὰρ τῇ οὐρᾷ ἔχει τὸ κέντρον ὁ σκορπίος. ἔστι δὲ τὸ λεγόμενον σκορπίουρον ἡ βοτάνη.
τὸ δὲ σὺν καί που νιφόεν σκίλλης κάρα, ἤτοι ἡ κεφαλὴ τῆς σκίλλης πολλαῖς ὑμένων περιβολαῖς καλυπτομένη ὡς σκοτεινή ἐστι καὶ ἀόρατος ἔνδον τῶν χιτώνων ἔχουσα τὰ σπέρματα.