Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
τὸ δὲ σμυρνεῖόν, φησιν, ὅμοιόν ἐστι μεγάλῳ σελίνῳ, ὅθεν καὶ ἱπποσέλινον καλεῖται. σμυρνεῖον δέ, ἐπειδὴ ἐμφερές ἐστι σμύρνῃ κατὰ τὴν ὀσμήν.
λευκάδος: καὶ γὰρ περὶ ποίης λευκάδος φησὶν Ἀντίγονος μὲν τὴν λευκάνθεμον, ὁμοίως δὲ καὶ ἤρυγγος εἶδος λαχάνου ἀκανθώδους. ἀθεραίδα δὲ τὴν θερμήν, ἢ τὴν ἔχουσαν ἀθέρας, ἢ ψυχράν.
καὶ καχρυφόρῳ ἤτοι τῇ φερούσῃ ὡς κάγχρυας λιβανωτίδι.
περιβρίθουσά τε μήκων: ἤτοι περισσῶς ἀνθοῦσα. δύο δὲ γένη εἰσὶ μηκώνων, ὧν ἡ μὲν τέλεια θυλάκια φέρει, ἐν οἷς τὸ σπέρμα, ἡ δὲ μικρά· θυλακὶς οὖν ἡ τὰ μικρά, ἐπιτηλὶς ἡ τὰ μεγάλα. μὴ οὖν ἀπέστωσαν αἱ ῥηθεῖσαί, φησι, βοτάναι τοῦ βοηθήματος. τὸ ἐπὶ χραίσμῃσι γὰρ ἀντὶ τοῦ βοηθήματος μὴ ἀπείησαν.
κυέουσαν: τουτέστιν ἐμφυομένους κλάδους ἔχουσαν καὶ μήπω πεπληρωμένους. κράδης δὲ ἤτοι ἀγρίας συκῆς.
κόκκυγας: καὶ γὰρ οὕτως φησὶ τοὺς ὀλύνθους διὰ τὸ φαίνεσθαι κατ’ ἔαρ. ἅμα γὰρ κόκκυξι φαίνονται. καὶ ἐρινάδος τῆς ἀγρίας συκῆς. οἱ γὰρ ὄλυνθοι αὐτῆς πάσης ὀπώρας καὶ τῶν ἄλλων συκῶν προακμάζουσι.
γογγύλοι ἐκφαίνουσιν: ἐμφαίνει ἀντὶ τοῦ στρογγύλοι γογγυλοειδεῖς καὶ ἀνοιδείοντες ἀντὶ τοῦ ἀκμάζοντες.
τοῦ δὲ φλόμου φησὶν Θεόφραστος δύο εἴδη εἶναι, ἄρρεν καὶ θῆλυ· ὅπερ Κρατεύας φησὶν ἔχειν διαφοράς, ἔχειν δὲ τὰ φύλλα τὸ μὲν ὅμοια μαράθῳ, μακρότερα δὲ καὶ λεπτότερα, τὸ δὲ ὅμοια κοριάννῳ.