Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

τὸ δὲ χελιδόνιον βοτάνη ἐστὶ καὶ φύεται καθ’ ὃν καιρὸν αἱ χελιδόνες φαίνονται.

δαύκειον: ὅπερ Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ θηρίων βοηθεῖν πρὸς τὰ εἰρημένα. τὸ δὲ ῥίζαν τε βρυωνίδος, τὴν βρυωνίδα ὑποκοριστικῶς εἶπεν. ἀφαιρεῖν δέ φησιν αὐτὴν ἔφηλιν καὶ λεύκην, ἅπερ εἴδη εἰσὶ νόσων. καλεῖσθαι δέ φησιν ὁ Κρατεύας ὑπὸ μέν τινων σταφυλῖνον, ὑπὸ δὲ ἄλλων ἄμπελον ἀγρίαν, καὶ ὑφ’ ἑτέρων χειρώνειον. Ἄλλως. καὶ ἔφηλιν: ἥτις βρυωνὶς καὶ τὴν ἔφηλιν τῶν θηλυτέρων, τουτέστι τῶν γυναικῶν, ἀπωμόρξατο, ἤγουν ἀπεσπόγγισε καὶ ἐκαθάρισε καὶ ἐθεράπευσε, καὶ τὴν λεύκην. ἔφηλις δέ ἐστιν ἡ λέπρα. λεύκη δὲ ἄλλο νόσημα, ὃ ὅμοιον τῇ ἐφήλιδι.

Ἐν δὲ περιστερόεντα: Κρατεύας ὑπὸ ἐνίων φησὶ περιστερεῶνα καλεῖσθαι τὴν ἀλεξιάρην. ἔχει δὲ τὸ φύλλον ἐσχισμένον καὶ περιστερᾷ παραπλήσιον. Ἄλλως. ἀλεξιάρης δὲ ῥάμνου, ὅτι οὐ μόνον ἀπαλέξειν ἐστὶν ἀγαθὴ ἡ ῥάμνος εἰς φάρμακα ἀλλὰ καὶ εἰς φαντάσματα, ὅθεν καὶ πρὸ τῶν θυρῶν ἐν τοῖς ἐναγίσμασι κρεμῶσιν αὐτήν. ἔστι δὲ λευκὴ καὶ μέλαινα· μέμνηται δὲ τῆς βοτάνης καὶ Εὐφορίων,

ἀλεξίκακον φύε ῥάμνον,
καὶ Σώφρων ὁμοίως ἀεὶ δὲ πρόσω φύλλα ῥάμνου κρατιζόμεθα.

Νήστειρα: γράφεται καὶ δρήστειρα, ἀντὶ τοῦ δραστική. ὁ δὲ νοῦς, μόνη γὰρ νήστισι διδομένη παύει τὰς ἀλγηδόνας.

παρθενίοιο; τοῦτο ἑλξίνην τινὲς ὀνομάζουσιν, ἔνιοι δὲ περδίκιον.

τὸ δὲ κόρκορον λάχανόν ἐστιν εὐτελές. τὸ δὲ μίλτου Λημνίδος, τὴν Λημνίαν σφραγῖδά φησιν. ἀπὸ ταύτης καὶ τὸ ἐλατήριον γίνεται· καθαρτικὴ γάρ ἐστι.

νηδὺν δὲ τὴν νηδὺν καίπερ βαρυνομένην ταῖς ἀνίαις καὶ τὰ ἑξῆς.

ῥῆχος δέ ἐστιν ὁ φραγμός· εὔρρηχος οὖν ἡ καλῶς περιφράσσουσα, τουτέστι πρὸς φραγμὸν πεποιημένη.