Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

τρυγόνα μὴν ὀλοεργόν: καὶ αὕτη θαλάσσιόν ἐστι θηρίον φονευτικόν, ἡ τρυγών, διὸ καὶ ὀλοεργὸν εἶπεν. ἡ τρυγὼν δὲ φέρει κακά, ὡς φησιν, ὁπότε ἐν τοῖς ἐπιμήκεσι καὶ μακροῖς λίνοις μεμογηκότα καὶ ἀσθενήσαντα τὸν ἐργοπόνον, τουτέστι τὸν τῷ ἔργῳ πονοῦντα, τύψῃ τῷ κέντρῳ, ἢ ὅτε εἰς δένδρου παγῇ πρέμνον. καὶ γὰρ εἰ πλήξειέ τις δένδρον τῷ κέντρῳ αὐτῆς, κατάξηρον αὐτὸ ἀπεργάζεται.

Η ἐν πρέμνοισι: καὶ ὅταν, φησίν, εἰς πρέμνον δένδρου παγῇ, ξηραίνει αὐτὸ. καὶ γὰρ εἴ τις πλήξειε πρέμνον δένδρου ἢ στέλεχος τῷ τῆς τρυγόνος κέντρῳ, βλάβην καὶ ξηρασίαν ἐμποιεῖ τῷ φυτῷ. ὡς ὑπὸ ἡλίου δὲ καέντος αὐτοῦ αἱ ῥίζαι καὶ τὰ φύλλα ἀποφθίνεται. τούτῳ δὲ ἤγουν τῷ κέντρῳ ἱστορῆσαί τινα λέγει τὸν Ὀδυσσέα πληγέντα τελευτῆσαι.

ὁλκαίοισι: καὶ γὰρ ὁλκαίοις, τοῖς ὁλκὸν ἔχουσι, δικτύοις, τουτέστι μακροῖς καὶ ἐπιμήκεσι.

Οἷσιν ἐγώ: λείπει ἡ ἐπί πρόθεσις, ἵν’ ᾖ ἐφ’ οἷστισιν ἐγὼ διέλθω. τοῦτο γὰρ σημαίνει τὸ διείσομαι. ἄρκια νούσων, ἤγουν ἀποτρεπτικὰ καὶ βοηθητικά.

ἀπ’ ἀγχούσης: καὶ γὰρ ἡ ἄγχουσα φυτὸν θαμνῶδές ἐστι. βοτανῶν δὲ ὀνόματα ταῦτα, ἄγχουσα, πενταπέτηλον, βάτος, ἄρκτιον, ὀξαλίδες, λυκαψός, κίκαμα, ὄρδειλον, χαμαίπιτυς, καυκαλίδες, σταφυλῖνος ἄγριος, τρέμιθος, ἄγριον φῦκος. ἤγουν θριδακίς, ἤτοι τὰ φύλλα ταῖς θρίδαξιν ομοία. τοῦτο γὰρ τὸ χαίτη. τὸ δὲ αὐτὸ λέγεται καὶ ὀνόχειλον. πενταπέτηλον δὲ ἀντὶ τοῦ πεντάφυλλον. καὶ ὀξαλὶς καὶ ὀξυλάπαθος ἡ αὐτὴ καὶ ἀναξυρὶς καλεῖται.

ὁρμενόεντα: βεβηκότα καὶ κατὰ γῆς ἐρριζωμένον ἢ τὸν ὁρμητικὸν πρὸς ὕψος. εὐαυξὴς γάρ ἐστι καὶ καυλὸν ἔχει μακρόν. ὄρδειλος δὲ σπερμάτιόν τι λαχανῶδες. καὶ τρεμίθοιο δὲ τοῦ λεγομένου τερεβίνθου. πολυειδέα δὲ καρπὸν τὸν ποικίλον τῇ χροιᾷ. ὁ γὰρ τερέβινθος τοὺς κόκκους φέρει διαφόρους χροιὰς καὶ εἴδη ἔχοντας.

ἢ ἔτι καὶ φοινίσσον: τὸ ξανθίζον φῦκος ἤγουν φυκίον καταμίσγεο. καὶ ἡ καυκαλὶς δὲ λάχανόν ἐστιν ἁλμυρόν. μνημονεύει δὲ αὐτοῦ Χρύσιππος ἐν τῷ περὶ λαχάνων.

ἀχραές: ἤτοι τὸ καθαρὸν καὶ ἄχραντον. καὶ γὰρ τὸ ἀδίαντον

ἐν ἀνύγροις τόποις φύεται. καλεῖται δὲ καλλίτριχον καὶ πολύτριχον καὶ τριχομανές. τὸ ἀδίαντον, ὅτι οὐ διαίνεται, ὅ ἐστι βρέχεται, ὑπὸ ὑετοῦ καὶ δρόσου. τοῖς φύλλοις γὰρ αὐτοῦ ῥανὶς οὐκ ἐφιζάνει. οὐδέποτε γὰρ συμπίνει, φησίν.