Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἴσα δὲ κνώπεσσι ἀντὶ τοῦ τὰς ἀλγηδόνας ἴσας τοῖς προτέροις θηρίοις παρέχει, ἤγουν τοῖς φαλαγγίοις, οἷς προεῖπεν.
χειροδρόποι: ἤγουν οἱ ταῖς χερσὶ δρέποντες, ἤγουν θερίζοντες ἄνευ δρεπάνου. ἐν δὴ τοῖς τόποις τῶν ὀσπρίων φησὶ τὸ ἕβδομον εἶδος τῶν φαλαγγίων εὑρεθῆναι. λέγεται δὲ ὅμοιον εἶναι κανθάροις, πυρρόν· περὶ δὲ τὸ δῆγμα τοῦ βλαβέντος φλύκταιναι ἐπανίστανται.
τὸ μὲν οὖν ὄσπρια χέδροπά τ’ ἄλλα ὅμοιον τῷ ἑρπηστὰς ἔχιάς τε (Ther. 9), ἀπὸ γενικοῦ εἰς εἰδικόν. μεσοχλόου δὲ τῆς μήτε λίαν σκληρᾶς μήτε λίαν ἁπαλῆς ἀλλ’ ἔτι ἐγχλόου οὔσης· τότε γάρ θερίζουσι τά ὄσπρια, πρὶν ξηρανθῶσι τελείως.
δίενται δὲ ἀντὶ τοῦ διάγουσιν, ἐν τοῖς κυάμοις εὑρίσκονται ἢ διαιτῶνται, ἢ σιτίζονται καὶ νέμονται.
παρέστραπται: τὸ δὲ νοερὸν περιβλάπτεται καὶ. ἡ γλῶσσα φθέγγεται ἄσημα λήθουσα καὶ παραφρονοῦσα. διάστροφοι γὰρ τοῦ πληγέντος οἱ ὀφθαλμοί.
καὶ οὐλοὸς αἶα: διὰ τὸ εὖ περὶ τὸν ἀέρα εἶναι παρὰ τὸ (Od. Ω 402)
οὖλέ τε καὶ μέγα χαῖρε.ἢ οὐλοὸς διὰ τὸ τὰ τικτόμενα ἑρπετὰ καὶ θηρία ὀλέθρια εἶναι. ἡ δὲ σύνταξις τῆς φράσεως ἀκαταλλήλως ἔχει.
κνώδαλα: ἐνταῦθα κνώδαλα τὰ μικρὰ ζῷα ἐοικότα ταῖς ἀκρίσι λέγει εἰωθότα φαίνεσθαι περὶ τὰς ἁφὰς τῶν λύχνων. οἱ δὲ περὶ Ἀρίσταρχόν φασι κυρίως τὰ ἐν τῇ θαλάσσῃ. Ὅμηρος δὲ (Od. Ρ 317) ἐπὶ τοῦ χερσαίου. νῦν δὲ ὁ Νίκανδρος ἐπὶ τοῦ πτηνοῦ. τὸ δὲ ζῷον καλεῖται
κρανοκολάπτης. φαλαίνῃ δὲ ἐναλίγκια· καὶ γὰρ ἡ φάλαινα ζῷον, ἥτις νῦν ψώρα καλεῖται. Ἄλλως. φάλαινα λέγεται ἡ παρ’ ἡμῖν ψυχή. ἔστι δὲ αὕτη ὄρεον, ᾗ φασιν ἐμφερῆ τὸν κρανοκολάπτην. Σώστρατος δέ φησι ἐν τῷ περὶ βλητῶν καὶ δακέτων ὅτι, ἐάν τις λαβὼν κρανοκολάπτην ἐλαίῳ ἀποπνίξῃ, ἀλεξίκακον γίνεται. Ἄλλως. τὰ περὶ λύχνους πετόμενα θηρία φάλαιναι καλοῦνται παρὰ Ῥοδίοις.Παιφάσσουσαν: ἤτοι ὁρμῶσαν καὶ πολλῷ ταράχῳ κινουμένην.