Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

καὶ τὸ στεγνὰ δέ οἱ πτερά ἀντὶ τοῦ ὑμενώδη, ὡς τῶν ἀκρίδων. ἡ σύνταξις, ἥντινα φάλαιναν ὁ ἀκρόνυχος, ἤγουν ἑσπερινός, δειπνητός, τουτέστιν ὁ δεῖπνος, πολυταράχως περὶ τοὺς λύχνους κινουμένην καὶ ὁρμῶσαν ἀπήλασεν. ἔγχλοα δέ, ἐπειδὴ αὐχμηρὰν ἔχει τὴν γαστέρα ὁ κρανοκολάπτης, ὁποία, φησί, τῆς κονίλης. ἡ δὲ κονίλη βοτάνη ἐστὶ ξηρότατα ἔχουσα τὰ φύλλα.

ἢ καὶ ἀπὸ σπληδοῖο: ἢ καὶ ἀπὸ σποδοῦ φαίνεται τὰ πτερά, ὅστις αὐτῶν ἅψηται. σποδώδη γὰρ τῷ ὄντι εἰσὶ τὰ πτερὰ τοῦ κανδηλοσβέστου· ταὐτὸν δὲ εἰπεῖν τὰς νῦν ψώρας εἴτ’ οὖν φαλαίνας. τοῦτο οὖν, φησι, τὸ ζῷον τῇ φαλαίνῃ ὅμοιον, ὁ κεφαλοκρούστης, ἐν τοῖς φύλλοις τῆς περσείας τρέφεται. ἔχει δὲ ἐν τῇ κεφαλῇ κέντρον καὶ πτερὰ τέσσαρα. Ἄλλως. σποδοῦ χροιὰν ἔχει τὰ πτερά, οἵαν οἱ ἀπὸ κόνεως μεμολυσμένοι ἴσχουσιν. ὁ κρανοκολάπτης δὲ ἐν ταῖς περσείαις ὁρᾶται πτερὰ ἔχων ὅμοια τοῖς ἐν τοῖς κήποις ψυχαῖς. τὸ κέντρον δὲ ἔχει ἐπὶ τῆς κεφαλῆς καὶ τῷ αὐχένι κρύπτει.

τῷ ἴκελος: ὁ κρανοκολάπτης ἐν ταῖς περσείαις ὁρᾶται, ὡς Σώστρατος ἐν τῷ περὶ βλητῶν καὶ δακέτων. τὴν δὲ περσείαν φασίν, ἣν ῥοδακινέαν καλοῦσιν, ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον μεταφυτευθῆναι. Βῶλος δὲ ὁ Δημοκρίτειος ἐν τῷ περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν Πέρσας φησὶν ἔχοντας παρ’ ἑαυτοῖς θανάσιμον φυτὸν φυτεῦσαι ἐν Αἰγύπτῳ ὡς πολλῶν μελλόντων ἀναιρεθήσεσθαι, τὴν δὲ ἀγαθὴν οὖσαν εἰς τοὐναντίον μεταβαλεῖν ποιῆσαί τε τὸ φυτὸν καρπὸν γλυκύτατον.

ἀκροτάτῳ κεφαλῇ: τὸ κέντρον, φησίν, ἐν τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ τοῦ ἀνδρὸς ἐνήψατο καὶ προσέβαλεν.

εἰ δ’ ἄγε: ἐνταῦθα κοινῶς φησι. διαλέγεται δὲ περὶ τῶν κατ’ εἶδος ῥηθησομένων.

τῶν ἤτοι λευκός: φησὶ δέ, ὁ μέν τις λευκός ἐστι κατὰ τὸ εἶδος, ἀβλαβὴς δὲ καὶ πυρρὸς κατὰ γένυν. καῦσον δὲ τοῖς πληγεῖσιν ἐπάγει. τὸ δὲ περισπαίρουσιν γράφεται καὶ περιπλάζονται. περιπλάζονται δὲ ἐν ταῖς λώβαις, φησί, καθάπερ οἱ πυρετῷ συνεχόμενοι.

κρατερὸν δ’ ἐπὶ δίψος: ὅτι τὸ δίψος οὐδέτερον.

ἄραδον κακόν: ἀντὶ τοῦ κίνησιν κακήν, οἷον παλμόν. Ἄλλως. ἄραδος λέγεται ἡ κίνησις τοῦ σώματος ἡ μετὰ γυμνασίας καὶ ἀλγηδόνος. οἱ δὲ πληγέντες ὑπ’ αὐτοῦ μεμήνασι καὶ ἀσθμαίνοντες τελευτῶσιν.