Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἄκμητον: ἤτοι μὴ ἔχον κάματον καὶ ὀδύνην τύμμα ἐπιφέρει τῷ ἀνδρί. μεταμώνιον ἤγουν μάταιον, ἀδρανὲς καὶ ἀνέργητον.
ἄλλο γε μέν: πέμπτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται δύσδηρι. ἔοικε δὲ σφηκί, ὅθεν καὶ σφηκεῖον αὐτὸ καλοῦσιν· ὃς δὴ σφὴξ ἐκ τοῦ ἵππου ἐκμάσσεται καὶ γεννᾶται καὶ θαρσαλέαν αὐτοῦ γενεὰν ἐκτυποῖ καὶ ἐκφαίνει κατὰ τὸ θράσος.
σκήνεσιν: φησὶν ὅτι τῶν ἵππων ἀποθνησκόντων σηπόμενα τὰ σκηνώματα γεννῶσι τοὺς σφῆκας, τῶν δὲ ταύρων ὁμοίως σηπομένων γεννῶσι τὰς μελίσσας. λυκοσπάδες δὲ ἢ τραχεῖς καὶ ὅμοιοι λύκοις τῷ χρώματι ἢ ἀναιδεῖς ὡς λύκοι. οἱ γὰρ σφῆκες αναίσχυντοί εἰσιν. Ἄλλως. τάχα ὅτι γυμνωθείσης τῆς σαρκὸς ὑπὸ τῶν λύκων ἐσθιόντων αὐτὰ τότε γεννᾶται. ταῦτα γὰρ ἡ βύρσα συνέχει τέως. οἱ λύκοι γὰρ διασπῶντες τοὺς βόας αἴτιοί εἰσι τῆς μελισσῶν γενέσεως.
Ἄλλοτε παλμός: καὶ γὰρ παλμός ἐστιν ἡ τῶν νεύρων καὶ τῆς καρδίας καὶ τῶν φλεβῶν νοσησάντων κίνησις. παλμὸς μὲν οὖν ἐξ ἀρρώστου σώματος, σφυγμὸς δὲ ἐξ εὐρώστου.
μινύθοντα δὲ λέγει
τὸν δηχθέντα καὶ ἀσθενῶς διακείμενον καὶ ἐλαττούμενον. ἀδράνεια δὲ ἡ ἀσθένεια, καὶ γίνεται παρὰ τὸ μὴ δύνασθαί τι δρᾶν.μυρμήκειον: ἕκτον εἶδος φαλαγγίου φησίν, ὃ δὴ μυρμήκειον καλεῖται. ἔοικε γὰρ μύρμηκι· ἔχει δὲ τὸν μὲν τράχηλον πυρρόν, τὴν δὲ κεφαλὴν μέλαιναν, ἅμα δὲ καὶ τὸ σῶμα μέλαν, περιέχον μικρὰς λευκὰς ῥανίδας, ἀστέρι ὅμοιον. Σώστρατος δὲ μυρμήκειον καὶ μύρμηκα Ἡρακλεωτικὸν καλεῖ, ὑπὸ δὲ τῶν ἄλλων μυρμηκοειδές.
ἄζῃ γε μέν: ἤτοι ἡ παρὰ μυρμηκείου ἀπὸ σήψεως μελανία ἢ ξηρασία. Δημητρίου λέγοντος ἄζη ἡ ξηρασία ἢ θηρίδιον Ἀντίγονος ἐναντιούμενός φησιν ἄζην τὴν ἐπίχροιαν τοῦ σώματος καὶ μελανίαν· καὶ παρ’ Ὁμήρῳ (Od. Χ 184) δὲ ἔνιοι ἀκούουσι πεπαλαγμένον ἄζῃ ἀντὶ τοῦ κεχρωσμένον ὑπὸ μελανίας.
αἰθαλέη δὲ ἤγουν τεφρώδης. ὁ δὲ νοῦς οὕτως, μέλαινα δὲ καὶ τεφρώδης ὀλίγον φαίνεται ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τῷ τραχήλω αὐτοῦ. γράφεται δὲ καὶ ἀείρεται, ἀντὶ τοῦ ἐπίκειται τῷ τραχήλῳ ὀλίγον μέλαινα ἡ κεφαλή.