Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἔσκληκεν ὀδοῦσι: ἤτοι ἐξήρανεν ἀντὶ τοῦ στόμα καὶ τοὺς ὀδόντας ἐν τῇ γαστρὶ ἔχει.

ἐγχρίμψαντος δέ, ὅ ἐστι τοῦ φαλαγγίου πλήξαντος, ἀνούτατον καὶ ἄτρωτον τὸ σῶμα μένει τοῦ πληγέντος, οἱονεὶ κατὰ τὸ ἀφανὲς πλήττει τὴν πληγὴν καὶ δῆγμα μὴ ἐργαζόμενον. οἱ δὲ ὀφθαλμοὶ τοῦ πληγέντος φοινικοὶ καὶ μέλανες γίνονται.

αὐτίκα δὲ χρώς: ἤτοι τὸ σῶμα τοῦ δηχθέντος τείνεται ἐπὶ τὰ κάτω καὶ τὰ ἑαυτοῦ αἰδοῖα ἐξορθοῖ καὶ διὰ τῶν αἰδοίων ἀναδίδωσι χολώδες. καὶ αὐτὸς δὲ ὁ καυλός, δηλαδὴ μόριον, τῷ σπέρματι δίυγρος γινόμενος διὰ τὸ ἀκουσίως ἀποσπερματίζειν καὶ γονορρυεῖν τὸν δηχθέντα προιάπτεται, ἀντὶ τοῦ προπέμπεται καὶ προδίδοται, καὶ οἱονεὶ σήπεται, καὶ εἰς τὰ ἰσχία δὲ μάλκη, ὅ ἐστι ῥῖγος, ἐμπίπτουσα κατέβαλε τοὺς δεσμοὺς τῶν μελῶν καὶ γονάτων νεῦρα καὶ μύας.

[ἀστέριον: δεύτερόν φησι φαλάγγιον ὅ καλεῖται ἀστέριον.

ἐπὶ τῷ νώτῳ δὲ τούτου λιγνωτά, ἤγουν λιπώδη τινά, στίλβουσι καὶ λαμπραὶ ῥάβδοι ἐν τῷ σώματι. λείπει δὲ ὁ καί, ἵν’ ιἦ καί διαυγέες A]

ἀίδηλον: ἤτοι δήξαντος ἀπροσδοκήτως φρίκη ἐπέβαλε τῷ ἀνδρί, κάρωσις δὲ καὶ ὕπνος τῇ κεφαλῇ τοῦ ἀνδρὸς παρακολουθεῖ καὶ μελῶν ἀσθένεια καὶ χαύνωσις ἐπιγίνεται.

κυάνεον δέ τοι: τουτέστι τρίτον εἶδος φαλαγγίου φησίν, ὃ καλεῖται κυάνεον. δασὺ δὲ καὶ μετέωρον. χαλεπὸν δὲ πλῆγμα ἐπιφέρει καὶ ὀδύνην τῷ δακνομένῳ. πεδήορον ἤτοι ὑψηλόν, ἐκ τοῦ πέδου μετέωρον καὶ ἐκκρεμές.

λοιγὸν ἀραχνήεντα ἤγουν ἀραχνώδης ἔμετος γλίσχρος ἐστὶ κατὰ τὴν αφήν. ἔχει δ’ ὄψιν ἀραχνῶν. ὄλεθρον δὲ ἀραχνήεντα οἱονεὶ γλίσχρον καὶ χυμώδη ἐξήμεσεν, ὅστις διὰ τὸ γλίσχρον κολλίζει τὴν φάρυγγα. Ἄλλως. λοιγὸν ἀραχνήεντα οἷον λεπτόν, ἀράχνῃ ὅμοιον. τὸ δὲ νὺξ περὶ κροτάφοις τουτέστι σκοτοῦνται καὶ βαροῦνται οἱ κρόταφοι αὐτοῦ.

Ἀγρώστης γε μέν: καὶ γὰρ τέταρτον εἶδος φαλαγγίου φησίν, ὅπερ καλεῖται ἀγρώστης. ὅμοιον δὲ λύκῳ. ἔστι δὲ μυῖα ὁ λύκος μέλαινα μεγάλη μακροσκελὴς δίπους, τὰ ἐπιφερόμενα διὰ τῶν ἑξῆς ζῷα κατεσθίων, μελίσσας, ψῆνας καὶ μύωπας καὶ τὰ λοιπὰ ὅσα ἐπὶ τὸν δεσμὸν τῶν ἀραχνίων αὐτοῦ παραγίνονται.