Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἀνδρακάδα δὲ τὴν μερίδα φασὶν οἱ νεώτεροι· ἀλλ’ Ὅμηρος (Od. Ν 14) ἐπιρρηματικῶς φησι τὸ ἀνδρακάς. ἀπὸ τούτων δὲ τῶν ἐχίων, λέγει, ἀνδρακάδα, ἤγουν μερίδα, κόψας ἰσόμοιρον. ἰσηρέα γάρ τὴν ἰσόσταθμον, ἤτοι ἰσόζυγον.

σφέλᾳ δέ, κυρίως μὲν τὸ ὑποπόδιον, νῦν δὲ ξύλῳ πυκνῷ. ὅλμῳ δὲ καὶ ῥωγάδι πέτρῃ τῇ ἴγδῃ. κεάσας, ἤγουν τρίψας.

ἠὲ σύγ’: ἠρύγγου δὲ καὶ τοῦ ἀνθεμώδους ἀκάνθου τὰς ῥίζας λαβὼν ἰσοβαρῆ ποίησον καὶ τρίψας πότισον. Ἄλλως. Ἀριστοτέλης (hist. anim. VIIII 3) περὶ ἠρύγγου διαλεγόμενός φησι νέαν ἀγέλης αἰγῶν διαπορευομένης καὶ αὐτὸς ἵστατο καὶ οἱ ἐπακολουθοῦντες. μνημονεύει δὲ τοῦ ἀκάνθου καὶ Θεόφραστος ἐν τῷ περὶ φυτῶν (VI 1, 3). ἔχει δὲ ἀμφότερα τὰ βοτάνια φύλλα ἀκανθώδη.

Κλώθοντος: γράφεται καὶ χλοάοντος ἐν ἀρπέζαισιν ἐρίνου. τὸν ἔρινον Ἐτεοκλῆς ἐν τῷ Ῥιζοτομικῷ φησιν εἶναι ὅμοιον ὠκίμῳ. βοηθεῖ δὲ πρὸς τὰ θηρία. φύεται δὲ πρὸς ποταμοὺς καὶ κρήνας καὶ τόπους εὐηλίους. ἄρπεζαι τόποι ἐν οἷς φύεται ὁ ἔρινος.

Ἄλλως. ἀμφοῖν κλώθοντος: φέρε γὰρ ἰσόζυγον βάρος ἐξ ἠρύγγου καὶ ἀκάνθου ἐν τοῖς τοῦ ἐρίου κλώσμασιν ἠρτημένου καὶ ἀποκεμαμένου ζυγοῦ.

Εὐκνήμοιο: ἤτοι εὐκλάδου· ἢ εἶδος βοτάνης. τοῖς δὲ δυσὶν ὀνόμασιν ἐχρήσατο καθ’ ἑνός, εὔκνημον καὶ ὄρειον ὁμωνύμως. Εὐκνήμου δὲ οὐδέν ἐστιν ἀκοῦσαι. ἢ οἱονεὶ κνήμας ἢ κλάδους εὐαυξεῖς ἐχούσης.

Καὶ σπέραδος ἀντὶ τοῦ σπέρμα. ὁ δὲ τόνος ὡς τέναγος. Νεμεαῖον δέ, ὅτι ἐν Νεμέᾳ εὑρέθη ἡ βοτάνη αὕτη· καὶ ἀειφύλλου τοῦ μὴ ἀποβάλλοντος τὰ φύλλα, ὅτι οὐ φυλλορροεῖ τὸ κοινῶς λεγόμενον.

ἀννήσοιο: διπλοῦν τὸ ν ἀντὶ τοῦ ἀνήσου. οὕτως Ἀττικῶς.

ὁλκήεσσαν δὲ τὴν ὁλκὴν ἔχουσαν καὶ βάρος διὰ τὰς ῥίζας, ἢ ἐπὶ τὴν ὁλκήεσσαν πλάστιγγα πεσοῦσαν. Ἢ ῥίζαις ὁλκήεσσαν, πολλὴν καὶ ἐπιμήκη ῥίζαις, ἢ ὑπὸ τὴν βαρουμένην πλάστιγγα.